SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Critias of Athens

Critias of Athens

Critias of Athens - A: Quoted in Ancient Sources

88 [81]. KRITIAS
[II 371. 1 App.]
A. LEBEN UND SCHRIFTEN

88 A 1. PHILOSTR. V. soph. I 16 Κριτίας δὲ ὁ σοφιστής, εἰ μὲν κατέλυσε τῶν Ἀθηναίων τὸν δῆμον, οὔπω κακός (καταλυθείη γὰρ ἂν καὶ ὑφ' ἑαυτοῦ δῆμος [II 371. 5 App.] οὕτω τι ἐπηρμένος, ὡς μηδὲ τῶν κατὰ νόμους ἀρχόντων ἀκροᾶσθαι), ἀλλ' ἐπεὶ λαμπρῶς μὲν ἐλακώνισε, προὐδίδου δὲ τὰ ἱερά, καθήιρει δὲ διὰ Λυσάνδρου τὰ τείχη, οὓς δ' ἤλαυνε τῶν Ἀθηναίων τὸ στῆναί ποι τῆς Ἑλλάδος ἀφηιρεῖτο πόλεμον Λακωνικὸν ἀνειπὼν ἐς πάντας, εἴ τις τὸν Ἀθηναῖον φεύγοντα δέξοιτο, ὠμότητι δὲ καὶ μιαιφονίαι τοὺς τριάκοντα ὑπερεβάλλετο βουλεύματός τε ἀτόπου τοῖς [II 371. 10] Λακεδαιμονίοις ξυνελάμβανεν, ὡς μηλόβοτος ἡ Ἀττικὴ ἀποφανθείη τῆς τῶν ἀνθρώπων ἀγέλης ἐκκενωθεῖσα, κάκιστος ἀνθρώπων ἔμοιγε φαίνεται ξυμπάντων, ὧν ἐπὶ κακίαι ὄνομα. καὶ εἰ μὲν ἀπαίδευτος ὢν ἐς τάδε ὑπήχθη, ἔρρωτο ἂν ὁ λόγος τοῖς φάσκουσιν ὑπὸ Θετταλίας καὶ τῆς ἐκείνηι ὁμιλίας παρεφθορέναι αὐτόν˙ τὰ γὰρ ἀπαίδευτα ἤθη εὐπαράγωγα πάντως ἐς βίου αἵρεσιν˙ ἐπεὶ δὲ ἄριστα μὲν ἦν πεπαιδευμένος, [II 371. 15] γνώμας δὲ πλείστας ἑρμηνεύων, ἐς Δρωπίδην δ' ἀναφέρων, ὃς μετὰ Σόλωνα Ἀθηναίοις ἦρξεν [593/2], οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸ μὴ οὐ κακίαι φύσεως ἁμαρτεῖν ταῦτα. καὶ γὰρ αὖ κἀκεῖνο ἄτοπον Σωκράτει μὲν τῶι Σωφρονίσκου μὴ ὁμοιωθῆναι αὐτόν, ὧι πλεῖστα δὴ συνεφιλοσφησε σοφωτάτωι τε καὶ δικαιοτάτωι τῶν ἐφ' ἑαυτοῦ δόξαντι, Θετταλοῖς δ' ὁμοιωθῆναι, παρ' [II 371. 20 App.] οἷς ἀγερωχία καὶ ἄκρατος, καὶ τὰ τυραννικὰ ἐν οἴνωι σπουδάζεται. ἀλλ' ὅμως οὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλ' ἐγοργίαζον ἐν Θετταλίαι μικραὶ καὶ μείζους πόλεις ἐς Γοργίαν ὁρῶσαι τὸν Λεοντῖνον, μετέβαλον δ' ἂν καὶ ἐς τὸ κριτιάζειν, εἴ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν ὁ Κριτίας παρ' αὐτοῖς ἐποιεῖτο. ὁ δὲ ἠμέλει μὲν τούτου, βαρυτέρας δ' αὐτοῖς ἐποίει τὰς ὀλιγαρχίας διαλεγόμενος τοῖς ἐκεῖ [II 371. 25 App.] δυνατοῖς καὶ καθαπτόμενος μὲν δημοκρατίας ἁπάσης, διαβάλλων δ' Ἀθηναίους, ὡς πλεῖστα ἀνθρώπων ἁμαρτάνοντας, ὥστε ἐνθυμουμένωι ταῦτα Κ. ἂν εἴη Θετταλοὺς διεφθορὼς μᾶλλον ἢ Κριτίαν Θετταλοί. ἀπέθανε μὲν οὖν ὑπὸ τῶν ἀμφὶ Θρασύβουλον, οἳ κατῆγον ἀπὸ Φυλῆς τὸν δῆμον. δοκεῖ δ' ἐνίοις ἀνὴρ ἀγαθὸς γενέσθαι παρὰ τὴν τελευτήν, ἐπειδὴ ἐνταφίωι τῆι τυραννίδι ἐχρήσατο˙ ἐμοὶ δὲ ἀποπεφάνθω [II 371. 30] μηδένα ἀνθρώπων καλῶς δὴ ἀποθανεῖν, ὑπὲρ ὧν οὐκ ὀρθῶς εἵλετο. δι' ἅ μοι δοκεῖ καὶ ἡ σοφία τοῦ ἀνδρὸς καὶ τὰ φροντίσματα ἧττον σπουδασθῆναι τοῖς Ἕλλησιν˙ εἰ γὰρ μὴ ὁμολογήσει ὁ λόγος τῶι ἤθει, ἀλλοτρίαι τῆι γλώττηι δόξομεν φθέγγεσθαι, ὥσπερ οἱ αὐλοί.
τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας ὁ Κ. καὶ πολυγνώμων σεμνολογῆσαί τε [II 371. 35] ἱκανώτατος οὐ τὴν διθυραμβώδη σεμνολογίαν, οὐδὲ καταφεύγουσαν ἐς τὰ ἐκ ποιητικῆς ὀνόματα, ἀλλ' ἐκ τῶν κυριωτάτων συγκειμένην καὶ κατὰ φύσιν ἔχουσαν. ὁρῶ τὸν ἄνδρα καὶ βραχυλογοῦντα ἱκανῶς καὶ δεινῶς καθαπτόμενον ἐν ἀπολογίας ἤθει, ἀττικίζοντά τε οὐκ ἀκρατῶς, οὐδὲ ἐκφύλως (τὸ γὰρ ἀπειρόκαλον ἐν τῶι ἀττικίζειν βάρβαρον), ἀλλ' ὥσπερ ἀκτίνων αὐγαὶ τὰ Ἀττικὰ ὀνόματα διαφαίνεται [II 371. 40 App.] τοῦ λόγου. καὶ τὸ ἀσυνδέτως δὲ 〈χωρίον〉 χωρίωι προσβαλεῖν Κριτίου ὥρα, και τὸ [II 372. 1 App.] παραδόξως μὲν ἐνθυμηθῆναι, παραδόξως δ' ἀπαγγεῖλαι Κριτίου ἀγών, τὸ δὲ τοῦ λόγου πνεῦμα ἐλλιπέστερον μέν, ἡδὺ δὲ καὶ λεῖον, ὥσπερ τοῦ ζεφύρου ἡ αὔρα.

88 A 2. DIOG. III 1 Πλάτων Ἀρίστωνος καὶ Περικτιόνης (ἢ Ποτώνης), ἥτις τὸ γένος ἀνέφερεν εἰς Σόλωνα, Ἀθηναῖος. τούτου γὰρ ἦν ἀδελφὸς Δρωπίδης, [II 372. 5 App.] οὗ Κριτίας οὗ Κάλλαισχρος. οὗ Κριτίας ὁ τῶν τριάκοντα καὶ Γλαύκων, οὗ Χαρμίδης καὶ Περικτιόνη, ἧς καὶ Ἀρίστωνος Πλάτων, ἕκτος ἀπὸ Σόλωνος. PLAT. Charm.154 B [Kritias spricht] Χαρμίδην τὸν τοῦ Γλαύκωνος τοῦ ἡμετέρου θείου ὑόν, ἐμὸν δὲ ἀνεψιόν. PLAT. Charm. 157 E (Sokr. z. Charmides) ἥ τε γὰρ πατρώια ὑμῖν οἰκία ἡ Κριτίου τοῦ Δρωπίδου καὶ ὑπὸ Ἀνακρέοντος καὶ ὑπὸ Σόλωνος καὶ ὑπ' ἄλλων [II 372. 10] πολλῶν ποιητῶν ἐγκεκωμιασμένη παραδέδοται ἡμῖν. SCHOL. AESCH. Prom. 130 ἐπεδήμησε γὰρ [Anakreon] τῆι Ἀττικῆι Κριτίου ἐρῶν.

88 A 3. PLATO Tim. 20 A Κριτίαν δέ που πάντες οἱ τῆιδ' ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν. PLATO Tim. D [Krit. spricht] ἄκουε δὴ ὦ Σώκρατες λόγου μάλα μὲν ἀτόπου παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος Σόλων ποτ' ἔφη˙ [II 372. 15 App.] ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἡμῖν Δρωπίδου τοῦ προπάππου, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῆι ποιήσει˙ πρὸς δὲ Κριτίαν που τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυμαστὰ τῆσδ', εἴη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπων ἠφανισμένα . . . PLATO Tim. 21 A. ἐγὼ φράσω παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός˙ ἦν μὲν [II 372.20] γὰρ δὴ τότε Κριτίας [der Großvater des Tyrannen] , ὡς ἔφη, σχεδὸν ἐγγὺς ἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δέ πηι μάλιστα δεκέτης. SCHOL. z. d. St. ὁ δὲ Κ. ἦν μὲν γενναίας καὶ ἁδρᾶς φύσεως, ἥπτετο ὲ καὶ φιλοσόφων συνουσιῶν, καὶ ἐκαλεῖτο ἰδιώτης μὲν ἐν φιλοσόφοις, φιλόσοφος δὲ ἐν ἰδιώταις˙ ἐτυράννευσε δὲ καὶ αὐτὸς εἷς τῶν λ̅ γεγονώς.

88 A 4. XENOPH. Memorab. I 2, 12ff. [II 372. 25 App.] (12) ἀλλ' ἔφη γε ὁ κατήγορος, Σωκράτει ὁμιλητὰ γενομένω Κριτίας τε καὶ Ἀλκιβιάδης πλεῖστα κακὰ τὴν πόλιν ἐποιησάτην. Κριτίας μὲν γὰρ τῶν ἐν τῆι ὀλιγαρχίαι πάντων κλεπτίστατός τε καὶ βιαιότατος καὶ φονικώτατος ἐγένετο, Ἀλκιβιάδης δὲ αὖ τῶν ἐν τῆι δημοκρατίαι πάντων ἀκρατέστατός τε καὶ ὑβριστότατος καὶ βιαιότατος. (13) ἐγὼ δ', εἰ μέν τι κακὸν ἐκείνω [II 372. 30] τὴν πόλιν ἐποιησάτην, οὐκ ἀπολογήσομαι˙ τὴν δὲ πρὸς Σωκράτη συνουσίαν αὐτοῖν ὡς ἐγένετο διηγήσομαι. (14) ἐγενέσθην μὲν γὰρ δὴ τὼ ἄνδρε τούτω φύσει φιλοτιμοτάτω πάντων Ἀθηναίων, βουλομένω τε πάντα δι' ἑαυτῶν πράττεσθαι καὶ πάντων ὀνομαστοτάτω γενέσθαι . . . (16) δήλω δ' ἐγενέσθην ἐξ ὧν ἐπραξάτην˙ ὡς γὰρ τάχιστα κρείττονε τῶν συγγιγνομένων ἡγησάσθην εἶναι, εὐθὺς ἀποπηδήσαντε [II 372. 35] Σωκράτους ἐπραττέτην τὰ πολιτικά, ὧνπερ ἕνεκα Σωκράτους ὠρεχθήτην. . . . (24) καὶ Κριτίας δὴ καὶ Ἀλκιβιάδης, ἕως μὲν Σωκράτει συνήστην, ἐδυνάσθην ἐκείνωι χρωμένω συμμάχωι τῶν μὴ καλῶν ἐπιθυμιῶν κρατεῖν˙ ἐκείνου δ' ἀπαλλαγέντε, Κριτίας μὲν φυγὼν εἰς Θετταλίαν ἐκεῖ συνῆν ἀνθρώποις ἀνομίαι μᾶλλον ἢ δικαιοσύνηι χρωμένοις. . . . (29) ἀλλ' εἰ καὶ μηδὲν αὐτὸς πονηρὸν [II 373. 1 App.] ποιῶν ἐκείνους φαῦλα πράττοντας ὁρῶν ἐπήινει, δικαίως ἂν ἐπιτιμῶιτο. Κριτίαν μὲν τοίνυν αἰσθανόμενος ἐρῶντα Εὐθυδήμου καὶ πειρῶντα χρῆσθαι, καθάπερ οἱ πρὸς τἀφροδίσια τῶν σωμάτων ἀπολαύοντες, ἀπέτρεπε φάσκων ἀνελεύθερόν τε εἶναι καὶ οὐ πρέπον ἀνδρὶ καλῶι κἀγαθῶι τὸν ἐρώμενον, ὧι βούλεται πολλοῦ ἄξιος [II 373. 5 App.] φαίνεσθαι, προσαιτεῖν ὥσπερ τοὺς πτωχοὺς ἱκετεύοντα καὶ δεόμενον προσδοῦναι, καὶ ταῦτα μηδενὸς ἀγαθοῦ. (30) τοῦ δὲ Κριτίου τοῖς τοιούτοις οὐχ ὑπακούοντος οὐδὲ ἀποτρεπομένου, λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν ὅτι ὑικὸν αὐτῶι δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμωι προσκνῆσθαι ὥσπερ τὰ ὕδια τοῖς λίθοις. (31) ἐξ ὧν δὴ καὶ ἐμίσει τὸν Σωκράτη [II 373. 10 App.] ὁ Κριτίας, ὥστε καὶ ὅτε τῶν τριάκοντα ὢν νομοθέτης μετὰ Χαρικλέους ἐγένετο, ἀπεμνημόνευσεν αὐτῶι καὶ ἐν τοῖς νόμοις ἔγραψε λόγων τέχνην μὴ διδάσκειν.

88 A 5. ANDOC. I 47 φέρε δή, καὶ τὰ ὀνόματα ὑμῖν ἀναγνώσομαι τῶν ἀνδρῶν ὧν ἀπέγραψεν . . . Κριτίας ἀνεψιὸς καὶ οὗτος τοῦ πατρός [Leogoras]˙ αἱ μητέρες ἀδελφαί. ANDOC. I 68. ἐσώθη δέ γε ὁ πατήρ, ὁ κηδεστής, ἀνεψιοὶ τρεῖς, τῶν ἄλλων συγγενῶν [II 373. 15 App.] ἑπτὰ μέλλοντες ἀποθανεῖσθαι ἀδίκως, οἳ νῦν ὁρῶσι τοῦ ἡλίου τὸ φῶς δι' ἐμέ.

88 A 6. [DEMOSTH.] 58, 67 Ἀριστοκράτης μὲν ὁ Σκελίου . . . πολλὰ καὶ καλὰ διαπραξάμενος ἔργα πολεμούσης τῆς πόλεως Λακεδαιμονίοις κατασκάψας τὴν Ἠετιώνειαν, εἰς ἣν Λακεδαιμονίους [411] ἤμελλον οἱ περὶ Κριτίαν ὑποδέχεσθαι, καθεῖλε μὲν τὸ ἐπιτείχισμα, κατήγαγε δὲ τὸν δῆμον. Vgl. THUCYD. VIII 92.

88 A 7. LYCURG. Leocr. 113 [II 373.20] ψηφίζεται ὁ δῆμος Κριτίου εἰπόντος τὸν μὲν νεκρὸν [Phrynichos, ermordet 411] κρίνειν προδοσίας, κἂν δόξηι προδότης ὢν ἐν τῆι χώραι τεθάφθαι, τά γε ὀστᾶ αὐτοῦ ἀνορύξαι καὶ ἐξορίσαι ἔξω τῆς Ἀττικῆς.

88 A 8. ARISTOT. Rhet. A 15. 1375 b 32 καὶ Κλεοφῶν κατὰ Κριτίου τοῖς Σόλωνος ἐλεγείοις ἐχρήσατο λέγων, ὅτι πάλαι ἀσελγὴς ἡ οἰκία˙ οὐ γὰρ ἄν ποτε ἐποίησε [II 373. 25 App.] Σόλων 'εἰπεῖν μοι Κριτίαι πυρρότριχι πατρὸς ἀκούειν' [fr. 18 Diehl].

88 A 9. XENOPH. Hell. II 3, 1-2. τῶι δ' ἐπιόντι ἔτει [404/3] . . . ἔδοξε τῶι δήμωι τριάκοντα ἄνδρας ἑλέσθαι οἳ τοὺς πατρίους νόμους συγγράψουσι, καθ' οὓς πολιτεύσουσι. καὶ ἡιρέθησαν οἵδε˙ Πολυχάρης, Κριτίας κτλ.

88 A 10. XENOPH. Hell. II 3, 15 τῶι μὲν οὖν πρώτωι χρόνωι ὁ Κ. τῶι Θηραμένει ὁμογνώμων [II 373. 30 App.] τε καὶ φίλος ἦν˙ ἐπεὶ δὲ αὐτὸς μὲν προπετὴς ἦν ἐπὶ τὸ πολλοὺς ἀποκτείνειν, ἅτε καὶ φυγὼν ὑπὸ τοῦ δήμου [407], ὁ δὲ Θηραμένης ἀντέκοπτε, λέγων κτλ. XENOPH. Hell. II 3, 18 ἐκ τούτου μέντοι Κ. καὶ οἱ ἄλλοι τριάκοντα ἤδη φοβούμενοι καὶ οὐχ ἥκιστα τὸν Θηραμένην, μὴ συρρυείησαν πρὸς αὐτὸν οἱ πολῖται, καταλέγουσι τρισχιλίους τοὺς μεθέξοντας δὴ τῶν πραγμάτων. XENOPH. Hell. II 3, 36 [Rede des Theramenes] οὐ μέντοι θαυμάζω [II 373. 35 App.] γε τὸ Κριτίαν παρανενομικέναι˙ ὅτε γὰρ ταῦτα ἦν [Arginusenprozeß], οὐ παρὼν ἐτύγχανεν, ἀλλ' ἐν Θετταλίαι μετὰ Προμηθέως δημοκρατίαν κατεσκεύαζε καὶ τοὺς πενέστας ὥπλιζεν ἐπὶ τοὺς δεσπότας.

88 A 11. LYS. 12, 43 [II 374. 1 App.] ἐπειδὴ δὲ ἡ ναυμαχία [Aigospotamoi] καὶ ἡ συμφορὰ τῆι πόλει ἐγένετο, δημοκρατίας ἔτι οὔσης, ὅθεν τῆς στάσεως ἦρξαν, πέντε ἄνδρες ἔφοροι κατέστησαν ὑπὸ τῶν καλουμένων ἑταίρων, συναγωγεῖς μὲν τῶν πολιτῶν, ἄρχοντες δὲ τῶν συνωμοτῶν, ἐναντία δὲ τῶι ὑμετέρωι πλήθει πράττοντες˙ ὧν [II 374. 5 App.] Ἐρατοσθένης καὶ Κ. ἧσαν. οὗτοι δὲ φυλάρχους τε ἐπὶ τὰς φυλὰς κατέστησαν καὶ ὅτι δέοι χειροτονεῖσθαι καὶ οὕστινας χρείη ἄρχειν παρήγγελλον καὶ εἴ τι ἄλλο πράττειν βούλοιντο κύριοι ἦσαν.

88 A 12. XENOPH. Hell. II 4, 8 ἐκ δὲ τούτου [Thrasybuls Angriff von Phyle] οἱ τριάκοντα οὐκέτι νομίζοντες ἀσφαλῆ σφίσι τὰ πράγματα ἐβουλήθησαν Ἐλευσῖνα [II 374. 10 App.] ἐξιδιώσασθαι, ὥστε εἶναι σφίσι καταφυγήν, εἰ δεήσειε. καὶ παραγγείλαντες τοῖς ἱππεῦσιν ἦλθον εἰς Ἐλευσῖνα Κ. τε καὶ οἱ ἄλλοι τῶν τριάκοντα (Gefangennahme der Eleusinier). (10) ἐκ δὲ τούτου λαβὼν ὁ Θρασύβουλος τοὺς ἀπὸ Φυλῆς περὶ χιλίους ἤδη συνειλεγμένους, ἀφικνεῖται τῆς νυκτὸς εἰς τὸν Πειραιᾶ . . . (11) οἱ δὲ ἀπὸ Φυλῆς . . . συνεσπειράθησαν ἐπὶ τὴν Μουνιχίαν . .. (19) ἀπέθανον δ' ἐνταῦθα [II 374. 15 App.] τῶν μὲν τριάκοντα Κ. τε καὶ Ἱππόμαχος [Mai 403] . . .

88 A 13. SCHOL. AESCHIN. I 39 p. 261 Schultz δεῖγμα δὲ τῆς τῶν λ̅ πολιτείας καὶ τόδε ἐστίν˙ Κριτίου γὰρ ἑνὸς τῶν λ̅ ἀποθανόντος ἐπέστησαν τῶι μνήματι Ὀλιγαρχίαν δᾶιδα κατέχουσαν καὶ ὑφάπτουσαν Δημοκρατίαν, καὶ ἐπέγραψαν τάδε˙
μνῆμα τόδ' ἐστ' ἀνδρῶν ἀγαθῶν, οἳ τὸν κατάρατον
[II 374. 20] δῆμον Ἀθηναίων ὀλίγον χρόνον ὕβριος ἔσχον.

88 A 14. ARISTOT. Rhet. Γ 16. 1416 b 26 οἱ πολλοὶ οὐδὲν δέονται διηγήσεως οἷον εἰ θέλεις Ἀχιλλέα ἐπαινεῖν (ἴσασι γὰρ πάντες τὰς πράξεις), ἀλλὰ χρῆσθαι αὐταῖς δεῖ. ἐὰν δὲ Κριτίαν, δεῖ˙ οὐ γὰρ πολλοὶ ἴσασιν.

88 A 15. ATHEN. IV 184 D Χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῶι ἐπιγραφομένωι [II 374. 25 App.] Προτρεπτικῶι Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν Ἡρακλεώτας τε τοὺς ἐν τῶι Πόντωι καθ' ἑαυτὸν ἔτι, Ἀθηναίων τε τοὺς ἐπιφανεστάτους Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου.

88 A 16. [PLUT.]. V. X orat. 1, 1 p. 832 DE ὅσους μέντοι ἔχομεν ἐπὶ τὸ παλαιότατον ἀναφέροντες ἀπομνημονεῦσαι τὴν ἰδέαν τῶν λόγων ταύτην [II 374. 30 App.] μεταχειρισαμένους, τούτους εὕροι τις ἂν ἐπιβεβληκότας Ἀντιφῶντι [dem Rhamnusier] πρεσβύτηι ἤδη ὄντι οἷον Ἀλκιβιάδην, Κριτίαν, Λυσίαν, Ἀρχῖνον.

88 A 17. CIC. de orat. II 23, 93 consecuti sunt hos Critias, Theramenes, Lysias: multa Lysiae scripta sunt, non nulla Critiae; de Theramene audimus; omnes etiam tum [II 374. 35] retinebant illum Pericli sucum, sed erant paulo uberiore filo. PHILOSTR. Ep. 73 Κ. δὲ καὶ Θουκυδίδης οὐκ ἀγνοοῦνται τὸ μεγαλόγνωμον καὶ τὴν ὀφρὺν παρ' αὐτοῦ [Gorgias] κεκτημένοι, μεταποιοῦντες δὲ αὐτὸ ἐς τὸ οἰκεῖον ὁ μὲν ὑπ' εὐγλωττίας ὁ δὲ ὑπὸ ῥώμης.

88 A 18. DIONYS. Lys. 2 καθαρός ἐστι [Lisias] τὴν ἑρμηνείαν πάνυ καὶ τῆς [II 374. 40] Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας ἧι κέχρηται Πλάτων τε καὶ Θουκυδίδης, ἀλλὰ τῆς κατ' ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ὡς ἔστι τεκμήρασθαι [II 375. 1] τοῖς τε Ἀνδοκίδου λόγοις καὶ τοῖς Κριτίου καὶ ἄλλοις συχνοῖς. [oben II 321, 5. 9].

88 A 19. HERMOG. de ideis B 401, 25 Rabe Περὶ Κριτίου. ἔστι γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῶι Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ [II 375. 5 App.] τὰ πολλὰ λέγων ἀποφατικῶς, καθαρώτερος δὲ τὴν λέξιν καί, ὅτε περιβάλλοι, διευκρινῶν, ὥστ' εἶναι καὶ σαφὴς ἅμα τῶι μεγέθει καὶ εὐκρινής˙ ἔχει δὲ πολλαχοῦ καὶ μάλιστα ἐν τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόν τε καὶ πιθανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἁπλῶς χρῆται τῶι τοιούτωι κόσμωι οὐδὲ κατὰ τὸν Ἀντιφῶντα προσκόρως καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλ' [II 375. 10] ὥστε μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δ' ἄλλοις τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται οἷον ἐπιεικείαι ἢ ἀφελείαι ἢ ὅσα τοιαῦτα.

88 A 20. PHRYNICH. Praep. sophist. [PHOT. Bibl. 158 p. 101 b 4 Bekk.] εἰλικρινοῦς δὲ καὶ καθαροῦ καὶ ἀττικοῦ λόγου κανόνας καὶ στάθμας καὶ παράδειγμά φησιν ἄριστον ... [Platon, 10 Redner, Thukydides, Xenophon, Aeschines [II 375. 15] d. Sokr.] Κριτίαν τε τὸν Καλλαίσχρου καὶ Ἀντισθένην.

88 A 21. PHILOSTR.V. soph. II 1, 14 [Herodes] προσέκειτο μὲν γὰρ πᾶσι τοῖς παλαιοῖς, τῶι δὲ Κριτίαι καὶ προσετετήκει καὶ παρήγαγεν αὐτὸν ἐς ἤθη Ἑλλήνων τέως ἀμελούμενον καὶ περιορώμενον.

88 A 22. PHILOP. de anima 89, 8 [zu n. 23] Κριτίαν εἴτε τὸν ἕνα τῶν τριάκοντα, [II 375. 20] ὃς καὶ Σωκράτους ἠκροάσατο, ἢ καὶ ἄλλον τινὰ λέγει, οὐδὲν διαφερόμεθα. φασὶ δὲ καὶ ἄλλον Κριτίαν γεγονέναι σοφιστήν, οὗ καὶ τὰ φερόμενα συγγράμματα εἶναι, ὡς Ἀλέξανδρος λέγει˙ τὸν γὰρ τῶν τριάκοντα μηδὲ γεγραφέναι ἄλλο τι πλὴν Πολιτείας ἐμμέτρους.

88 A 23. ARISTOT. de anima A 2. 405 b 5 ἕτεροι δ' αἷμα [näml. τὴν ψυχὴν [II 375. 25 App.] εἶναι], καθάπερ Κ., τὸ αἰσθάνεσθαι ψυχῆς οἰκειότατον ὑπολαμβάνοντες, τοῦτο δ' ὑπάρχειν διὰ τὴν τοῦ αἵματος φύσιν. PHILOP. de an. proem. 9, 19 [vgl. 89, 12] Κ. ὁ εἷς τῶν τριάκοντα˙ αἷμα γὰρ ἔλεγεν εἶναι τὴν ψυχήν. 'αἷμα γάρ, φησίν, ἀνθρώποις περικάρδιόν ἐστι νόημα' [= Crit. fr. 8 Bach].

Critias of Athens - B: Extant Original Fragments

(English)

B. POETISCHE FRAGMENTE
HEXAMETER
[II 375. 30 App.]

88 B 1 [7 Bach (1827), 8 Diehl]. ATHEN. XIII 600 D [Eros] ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κ. τάδε˙

τὸν δὲ γυναικείων μελέων πλέξαντά ποτ' ὠιδάς
[II 375. 35] ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ' ἀνῆγεν,
[II 376. 1 App.] συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
οὔ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
ἔστ' ἂν ὕδωρ οἴνωι συμμειγνύμενον κυλίκεσσιν
[II 376. 5 App.] παῖς διαπομπεύηι προπόσεις ἐπὶ δεξιὰ νωμῶν
παννυχίδας θ' ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ' ἡ χαλκοῦ θυγάτηρ ἐπ' ἄκραισι καθίζηι
κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν . . .

ΚΡΙΤΙΟΥ ΕΛΕΓΕΙΑ
88 B 2 [1 B., 1 D.]. ATHEN. epit. I p. 28 B [II 376. 10 App.] Κ. δὲ οὕτως [näml. τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγει]˙ 'κότταβος . . . τρόπαιον'. καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. ATHEN. XV 666 B πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων ικελῶν, ὡς Κ. φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων˙ 'κότταβος . . . καθιστάμεθα'. Lex. BEKK. VI Anecd. I 382, 19 [Phot. A 73, 3 Reitzenst.] [II 376. 15 App.] ἀλεξίλογα˙ οὕτω τὰ γράμματα κέκληκε Κ. ὁ τύραννος [v. 10].

κότταβος ἐκ Σικελῆς ἐστι χθονός, ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα˙
εἶτα δ' ὄχος Σικελὸς κάλλει δαπάνηι τε κράτιστος

* * *
[II 376. 20 App.]

[II 377. 1 App.] Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα˙
εὐναίου δὲ λέχους 〈ἔξοχα〉 κάλλος ἔχει
Μίλητός τε Χίος τ' ἔναλος πόλις Οἰνοπίωνος.
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη
[II 377. 5 App.] καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείαι.
Φοίνικες δ' εὗρον γράμματ' ἀλεξίλογα˙
Θήβη δ' ἁρματόεντα δίφρον συνεπήξατο πρώτη,
φορτηγοὺς δ' ἀκάτους Κᾶρες ἁλὸς ταμίαι.
τὸν δὲ τροχὸν γαίας τε καμίνου τ' ἔκγονον εὗρεν
[II 377. 10 App.] κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.

88 B 3 [33 B.]. MALL. THEODOR. de metr. VI 589, 20 Keil metrum dactylicum hexametrum inventum primitus ab Orpheo C. asserit. Vgl. oben II 146, i m. Anm.

ΕΙΣ ΑΛΚΙΒΙΑΔΗΝ
[II 377. 15 App.]
88 B 4 [3 B., 2 D.]. HEPHAEST. 2, 3 (περὶ συνεκφωνήσεως) ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις . . . ἐν δὲ τοῖς ἔπεσι σπανίως˙ ὥσπερ Κ. ἐν τῆι εἰς Ἀλκιβιάδην ἐλεγείαι οὐκ ὤιετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα˙ φησὶ γάρ˙
[II 377. 20 App.] καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω
Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις˙
[II 378. 1] οὐ γάρ πως ἦν τοὔνομ' ἐφαρμόζειν ἐλεγείωι˙
νῦν δ' ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως.

88 B 5 [4 B., 3 D.]. PLUT. Alcib. 33 τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλεγείαις [II 378. 5 App.] πεποίηκεν ὑπομιμνήισκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις˙
γνώμη δ' ἥ σε κατήγαγ', ἐγὼ ταύτην ἐν ἅπασιν
εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε.
σφραγὶς δ' ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται.

ΠΟΛΙΤΕΙΑΙ ΕΜΜΕΤΡΟΙ. Vgl. A 22.
[II 378. 10]
ΠΟΛΙΤΕΙΑ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ Vgl. B 32-37
88 B 6 [2 B., 4 D.]. ATHEN. X 432 D προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα Κ. ἐν τοῖς Ἐλεγείοις˙

[II 378. 15 App.] καὶ τόδ' ἔθος Σπάρτηι μελέτημά τε κείμενόν ἐστι
πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα,
μηδ' ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα
μηδ' ἐπὶ δεξιτερὰν χεῖρα κύκλωι θιάσου

* * *

[II 378. 20 App.] ἄγγεα Λυδὴ χεὶρ εὗρ' Ἀσιατογενής
καὶ προπόσεις ὀρέγειν ἐπὶ δεξιὰ καὶ προκαλεῖσθαι
ἐξονομακλήδην, ὧι προπιεῖν ἐθέλει.
[II 379. 1 App.] εἶτ' ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
εἰς αἰσχροὺς μύθους, σῶμά τ' ἀμαυρότερον
τεύχουσιν˙ πρὸς δ' ὄμμ' ἀχλὺς ἀμβλωπὸς ἐφίζει,
λῆστις δ' ἐκτήκει μνημοσύνην πραπίδων,
[II 379. 5 App.] νοῦς δὲ παρέσφαλται. δμῶες δ' ἀκόλαστον ἔχουσιν
ἦθος˙ ἐπεισπίπτει δ' οἰκοτριβὴς δαπάνη.
οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον,
ὥστε φρέν' εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν
ἔς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα.
[II 379. 10 App.] τοιαύτη δὲ πόσις σώματί τ' ὠφέλιμος
γνώμηι τε κτήσει τε˙ καλῶς δ' εἰς ἔργ' Ἀφροδίτης
πρός θ' ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα,
πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν
καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην.

[II 379. 15 App.] ἑξῆς τε πάλιν φησίν˙

αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παρὰ χρῆμα
τέρψασαι λυποῦσ' εἰς τὸν ἅπαντα χρόνον.
[II 380. 1 App.] ἡ Λακεδαιμονίων δὲ δίαιθ' ὁμαλῶς διάκειται,
ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν
καὶ τὸ πονεῖν εἶναι δυνατούς˙ οὐκ ἔστ' ἀπότακτος
ἡμέρα οἰνῶσαι σῶμ' ἀμέτροισι πότοις.

88 B 7 [36 B., 5 D.]. SCHOL. EURIP. Hipp. 264 [II 380. 5] ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ 'μηδὲν ἄγαν', ὅπερ Χίλωνι ἀνατιθέασιν, ὡς Κ. DIOG. I 41 [s. I 61, 12] ohne Autornamen:
ἦν Λακεδαιμόνιος, Χίλων σοφός, ὃς τάδ' ἔλεξε˙
μηδὲν ἄγαν˙ καιρῶι πάντα πρόσεστι καλά.

88 B 8 [5 B., 6 D.]. PLUT. Cim. 10 [nach 82 B 20] [II380. 10 App.] Κ. δὲ τῶν τριάκοντα γενόμενος ἐν τοῖς Ἐλεγείοις εὔχεται
πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος,
νίκας δ' Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.

88 B 9 [6 B., 7 D.]. STOB. III 29, 11 Κριτίου˙
[II 380. 15 App.] ἐκ μελέτης πλείους ἢ φύσεως ἀγαθοί.

DRAMEN
88 B 10. VITA EURIP. p. 135, 33 τούτων [Dramen des Euripides] νοθεύεται τρία˙ Τέννης, Ῥαδάμανθυς, Πειρίθοος. Vgl. unten S. 383, 18f. Als Satyrstück fügte Σίσυφος hinzu Wilamowitz [II 380. 20] (Analect. Eurip. p. 166).

ΤΕΝΝΗΣ [II 381. 1]
88 B 11. Eponym von Tenedos vgl. Konon 28 [Phot. 126 p. 135b 19 B.]

88 B 12. [EUR. fr. 695 TGF p. 578 Nauck2] STOB. III 2, 15 Εὐριπίδης Τέννηι.
φεῦ˙ οὐδὲν δικαιόν ἐστιν ἐν τῶι νῦν γένει.

ΡΑΔΑΜΑΝΘΥΣ
[II 381. 5 App.]
88 B 12 a. s. 'Zusätze' !
(NACHTRÄGE) Hypothesisschluß erhalten auf Pap., veröffentlicht von Gallavotti, Riv. di phil. n. s. 11 (1933) 179 vgl. Körte, Arch. f. Pap. 11 (1935) 258 G 〈Πο〉λυδεύκος ἀνηιρέθη μονομαχήσας. 〈 Ῥ〉αδαμάνθυος δ' ἐπὶ μὲν [II 427. 1] τῆι, νίκηι 〈χ〉αι〈ρ〉οντος, ἐπὶ δὲ ταῖς θυγατράσιν ἀ〈λγ〉οῦντος Ἄρτεμις ἐπιφανεῖσα π〈ροσέ〉ταξε τὴν μὲν Ἑλένην ἀ〈μφοτέροις〉 τοῖς ἀδελφοῖς τοῖς τεθν〈ηκόσι τὰς〉 τιμὰς καταστήσασθαι, 〈τὰς θυγα〉τέρας δ' αὐτοῦ θεὰς ἔφη γεν〈έσεσθαι.

88 B 13 [660 N.]. ANTIATT. BEKK. p. 94, 1 ἐξαιρεῖν ἀντὶ τοῦ ἀφαιρεῖν. Εὐριπίδης δὲ Ῥαδαμάνθυϊ˙
οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστις〉 ἐξαιρήσεται . . .

88 B 14 [658 N.]. STRAB. VIII 356 [II 381. 10 App.] Εὐριπίδης . . . ἐν Ῥαδαμάνθυϊ˙
οἳ γῆν ἔχουσ' Εὐβοΐδα πρόσχωρον πόλιν . . .

88 B 15 [659 N.]. STOB. II 8,12; IV 20; II, 61 Εὐριπίδου Ῥαδάμανθυς˙
ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου˙
ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν,
[II 381. 15 App.] τῶι δ' οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων
πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις˙
ἄλλωι δ' ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν
λέγοντι πείθειν τοὺς πέλας τόλμηι κακῆι˙
οἱ δ' αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν
[II 381. 20]ζητοῦσιν˙ οὕτω βίοτος ἀνθρώπων πλάνη.
[II 382. 1 App.] ἐγὼ 〈δὲ〉 τούτων οὐδενὸς χρήιζω τυχεῖν,
δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν.

ΠΕΙΡΙΘΟΟΣ (NACHTRÄGE)
88 B 15 a. s. 'Zusätze' !
Pap. Oxyrh. 17, 36ff. Fünf Bruchstücke des Pap. 2078 mit Resten von [II 427. 5] 85 Versen, veröffentlicht von H(unt), vgl. K(örte) Arch. f. Pap. 10 (1932) 50ff.; Morel, Bursians Jahresber. 59 (1933) 159f. 1. Wohl aus dem Prolog, Sprecher Peirithoos (K.). Von Vers 15 nur die Anfänge erhalten (1) ἔσφηλα (2) ὑφ (3) κατελ (4) ἐλθὼν (5) Ἑλλην (6) βωμῶ
7 θεὸς δὲ μανία
[II 427. 10] ἔπεμψεν ἄτῃ〈ν˙ γὰρ ἐσχηκώς ποτε
Νεφέλην γυναῖκ̣〈α ὕβρεως πλέαν
10 ἔσπειρεν εἰς τοὺς Θε〈σσαλούς, ὡς δὴ Κρόνου
θυγατρὶ μίσγοιτ' ἐ
τοίων δὲ κόμπω〈ν
[II 427. 15] ποινὰς θεοῖς ἔτεισεν
μανίας τροχῶι περι
15 οἰστρη〈λ〉άτοισιν ὤιχ〈ετο
ἄπυστο〈ς〉 ἀνθρώποι〈σιν˙ οὐδέ νιν τάφος
ἔκρυψεν, ἀλλὰ Βορε〈άδων
[II 427. 20] διεσπα〈ρ〉άχθη σ. ν μ
πατὴ〈ρ ἁ〉μαρτὼν εἰς θε〈οὺς
20 ἐγὼ 〈δ' ἐκ〉είνου π〈ή〉ματ' . . .
Hierin die Ergänzungen von H., nur 17 von K.; 15 hat Pap. ωχ oder ωλ 2. 3. Gespräch Herakles-Theseus. Von Vers 2223 nur die Schlüsse erhalten, [II 427. 25] in 23 〉ν πόνου.
Ἡρ 24. . . . . . . . . . σοιτο . . . . . . ἡδὺ ν〈ῦ〉ν δοκεῖ
Θησ. 25 οὔτοι . . .〉 τος, Ἡράκλεις, 〈σὲ〉 μέμψομαι,
μένειν δὲ χρ〈η, πιστὸν γὰρ ἄνδρα καὶ φίλον
αἰσχρὸν πρ〈οδοῦναι δυσ〈με〉νῶς εἰλημμένον.
Ἡρ [II 427. 30] σαυτῷ τε,〉 Θεσεῦ, τῆι τ' Ἀθηναίων πό〈λει
πρέποντ' ἔλεξας˙ τοῖσι δυστυχοῦσι γὰρ
30 ἀεί ποτ' εἶ σύμμαχος˙ σκῆψιν 〈δ' ἐμ〉οὶ
ἀεικές ἐστ' ἔχοντα πρὸς πάτραν μολεῖν.
Εὐρυσθέα γὰρ πῶς δοκεῖς ἄν ἄσμενον,
[II 427. 35] ἔμ' εἰ πύθοιτο ταῦτα συμπράξοντά σοι,
λέξειν ἂν ὡς ἄκραντος ἤθληται πόνος;
Θησ. 35 ἀλλ' οὖ σὺ χρήιζεις π〈ανταχῆ γ'〉 ἐμὴν ἔχεις
εὔνοιαν οὐκ ἔμπλ〈ηκτον ἀλλ' ἐλ〉ευθέρως
ἐχθροῖσί τ' ἐχθρὰ〈ν καὶ φίλοισι〈ν εὐμενῆ.
[II 427. 40] πρόσθεν σ' ἐμοὶ τ . . . . . . . . . . . . . ει λόγος.
λέγοις δ' ἂν . . . . . . . . . . . . . . . ους λόγους.
Die Ergänzungen von H., nur 25 οὔτοι und 26. 30 von K. Aus diesem Gespräch wird auch 88 B 27 stammen. In den übrigen Versen noch kein Zusammenhang erkennbar; V. 47 bringt den Versschluß πᾶς 〈ἀ〉νέρριπται κύβος [II 427. 45] (vgl. Aristoph. fr. 673 K. Menand. fr. 65, 4K.). Caesars Wort beim Rubikonübergang war also nicht Menanderzitat, sondern sprichwörtliche Redensart.

88 B 16. IOANN. DIAC. zu HERMOG. ed. Rabe [II 382. 5 App.] [aus Vatic. gr. 2228 s. XIV Rhein. Mus. 63 (1908)] S. 144f. GREGOR. CORINTH. zu HERMOG. B 445, 7 Rabe (καὶ Εὐριπίδης 'Ζεύς, ὡς λέλεκται' ἀναφορά, 'τῆς ἀληθείας ὕπο' βεβαίωσις): οὗτος ὁ στίχος ἐν δυσὶν εὕρηται δράμασιν Εὐριπίδου, ἔν τε τῶι λεγομένωι Πειρίθωι καὶ ἐν τῆι Σοφῆι Μελανίππηι. ὧν καὶ τὰς ὑποθέσεις καὶ τὰ χωρία οὐκ ἄκαιρον [II 382. 10 App.] ἐκθεῖναι τοῖς ἀσπαζομένοις τὴν πολυμάθειαν. ἡ μὲν οὖν τοῦ Πειρίθου ὑπόθεσίς ἐστιν αὕτη˙ Πειρίθους ἐπὶ τῆι Περσεφόνης μνηστείαι μετὰ Θησέως εἰς Ἅιδου καταβὰς τιμωρίας ἔτυχε τῆς πρεπούσης˙ αὐτὸς μὲν γὰρ ἐπὶ πέτρας ἀκινήτωι καθέδραι πεδηθεὶς δρακόντων ἐφρουρεῖτο χάσμασιν, Θησεὺς δὲ τὸν φίλον ἐγκαταλιπεῖν αἰσχρὸν ἡγούμενος βίου εἵλετο τὴν ἐν Ἅιδου ζωήν. ἐπὶ τὸν Κέρβερον δὲ Ἡρακλῆς [II 382. 15 App.] ἀποσταλεὶς ὑπὸ Εὐρυσθέως τοῦ μὲν θηρίου βίαι περιεγένετο, τοὺς δὲ περὶ Θησέα χάριτι τῶν χθονίων θεῶν τῆς παρούσης ἀνάγκης ἐξέλυσεν, μιᾶι πράξει καὶ τὸν ἀνθιστάμενον χειρωσάμενος καὶ παρὰ θεῶν χάριν λαβὼν καὶ δυστυχοῦντας ἐλεήσας φίλους. εἰσάγεται γοῦν ἐν τούτωι τῶι δράματι Αἰακὸς πρὸς Ἡρακλέα λέγων˙
ἔα, τί χρῆμα; δέρκομαι σπουδῆι τινα
[II 382. 20] δεῦρ' ἐγκονοῦντα καὶ μάλ' εὐτόλμωι φρενί.
[II 383. 1 App.] εἰπεῖν δίκαιον, ὦ ξέν(ε), ὅστις ὢν τόπους
εἰς τούσδε χρίμπτηι καὶ καθ' ἥντιν' αἰτίαν

εἶτα Ἡρακλῆς πρὸς αὐτόν [TGF p. 547 EURIP. fr. 591 N2]:

οὐδεὶς ὄκνος πάντ' ἐκκαλύψασθα λόγον˙
[II 383. 5 App.] ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ' Ἡρακλῆς,
θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός˙
ἐμῆι γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
ἥκω δὲ δεῦρο πρὸς βίαν, Εὐρυσθέως
[II 383. 10 App.] ἀρχαῖς ὑπείκων, ὅς μ' ἔπεμψ(ε) Ἅιδου κύνα
ἄγειν κελεύων ζῶντα πρὸς Μυκηνίδας
πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι
ἀνήνυτον τόνδ' ὤιετ' ἐξηυρηκέναι.
τοιόνδ' ἰχνεύων πρᾶγος Εὐρώπης κύκλωι
[II 383. 15] Ἀσίας τε πάσης ἐς μυχοὺς ἐλήλυθα.

88 B 17 [17 B., EURIP. fr. 592 N.]. ATHEN. XI 496 A πλημοχόη . . . χρῶνται δὲ (τῶι σκεύει) ἐν Ἐλευσῖνι τῆι τελευταίαι τῶν μυστηρίων ἡμέραι, ἣν καὶ ἀπ' αὐτοῦ προσαγορεύουσι Πλημοχόας . . . μνημονεύει αὐτῶν καὶ ὁ τὸν Πειρίθουν γράψας εἴτε Κριτίας ἐστὶν ὁ τύραννος ἢ Εὐριπίδης λέγων οὕτως˙
[II 384. 1 App.] ἵνα πλημοχόας τάσδ' εἰς χθόνιον
χάσμ' εὐφήμως προχέωμεν.

88 B 18 [16 B., 594 N.]. CLEM. Strom.V 35 [II 349, 18 St.] περὶ τούτων τά τε ἐπὶ τῆς ἁγίας κιβωτοῦ ἱστορούμενα μηνύει τὰ τοῦ νοητοῦ κόσμου τοῦ ἀποκεκρυμμένου [II 384. 5 App.] καὶ ἀποκεκλεισμένου τοῖς πολλοῖς. ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους ὡς βούλονταί τινες, ἐμφαίνει εἴτε, ὅπερ μᾶλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ δηλοῦν ἐπίγνωσιν πολλήν. ἀλλὰ δώδεκα πτέρυγας ἄμφω ἔχει καὶ διὰ τοῦ ζωιδιακοῦ κύκλου καὶ τοῦ κατ' αὐτὸν φερομένου χρόνου τὸν αἰσθητὸν κόσμον δηλοῖ. οἶμαι καὶ ἡ [II 384. 10 App.] τραγωιδία φυσιολογοῦσά φησιν˙ 'ἀκάμας ... πόλον'. SCHOL. ARISTOPH. Av. 179 πόλον γὰρ οἱ παλαιοὶ οὐχ ὡς οἱ νεώτεροι σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐριπίδης Πειρίθωι 'καὶ τὸν Ἀτλάντιον φρουρῶν πόλον', ὡ αὐτοῦ τε περιπολουμένου καὶ δι' αὐτοῦ πάντων ἐρχομένων.
ἀκάμας τε χρόνος περί τ' ἀενάῳ
[II 384. 15 App.] ῥεύματι πλήρης φοιτᾷ τίκτων
αὐτὸς ἑαυτόν, δίδυμοί τ' ἄρκτοι
ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς
τὸν Ἀτλάντειον τηροῦσι πόλον.

Ἄτλας δὲ ὁ μὴ πάσχων πόλος δύναται μὲν εἶναι καὶ ἡ ἀπλανὴς σφαῖρα, [II 384. 20] βέλτιον δὲ ἴσως αἰῶνα ἀκίνητον νοεῖσθαι. G SCHOL. ARISTOPH. Av. 179. πόλον γὰρ οἱ παλαιοὶ οὐχ ὡς οἱ νεώτεροι σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐριπίδης Πειρίθωι 'καὶ 〈τὸν Ἀτλάντιον〉 φρουρῶν 〈πόλον'〉, ὡς αὐτοῦ τε περιπολουμένου καὶ δι' αὐτοῦ πάντων ἐρχομένων. /

88 B 19 [15 B., 593 N.]. CLEM. Strom. 115 [II 403, 14 St. ] ἐν δὲ τῶι Πειρίθωι δράματι ὁ αὐτὸς [Eurip.] καὶ τάδε τραγωιδεῖ˙ 'σὲ . . . ἀμφιχορεύει'. (SCHOL. APOLL. IV 143 und zu EUR. Or. 982 zitieren 1. 2. SATYR. Vit. Eur. (Ox. Pap. IX) p. 140 zitiert 1 τὸν ἐν . . . 4 ἄ[στρων.)
[II 384. 25 App.] σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίωι
ῥύμβωι πάντων φύσιν ἐμπλέξανθ',
[II 385. 1] ὃν πέρι μὲν φῶς, πέρι δ' ὀρφναία
νὺξ αἰολόχρως ἄκριτός τ' ἄστρων
ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει.

ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δ' ἑξῆς [II 385. 5 App.] ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ὧι καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους.

88 B 20 [10 B., 595 N.]. PLUT. de amic. mult. 7 p. 96 C ἔνιοι τῶν φίλων οὐθὲν ἀπολαύσαντες εὐτυχούντων συναπόλλυνται δυστυχοῦσι. καὶ τοῦτο μάλιστα πάσχουσιν οἱ φιλόσοφοι καὶ χαρίεντες, ὡς Θησεὺς τῶι Πειρίθωι κολαζομένωι καὶ δεδεμένωι
[II 385. 10 App.] αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις.

88 B 21 [13 B., 598 N.]. STOB. II 8, 4 Εὐριπίδου Πειρίθωι˙ ὁ πρῶτος εἰπὼν
οὐκ ἀγυμνάστωι φρενί
ἔρριψεν, ὅστις τόνδ' ἐκαίνισεν λόγον,
ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη.

88 B 22 [12 B., 597 N.]. STOB. III 37, 15 [II 385. 15 App.] Πειρίθου.
τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου˙
τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι ποτέ
ῥήτωρ δύναιτο, τὸν δ' ἄνω τε καὶ κάτω
λόγοις ταράσσων πολλάκις λυμαίνεται.

88 B 23 [14 B., 596 N.]. STOB. IV 53, 23 [II 385. 20] Εὐριπίδου Πειρίθωι˙
οὐκ οὖν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ' ἢ ζῆν κακῶς;

88 B 24.[II 386. 1 App.] Aus dem Peirithoos stammen nach Welker EURIP. fr. inc. 865 φήμη τὸν ἐσθλὸν κἀν μυχοῖς δείκνυσι γῆς, EURIP. fr. 936 οὔκ: ἀλλ' ἔτ' ἔμπνουν Ἀίδης μ' ἐδέξατο nach Wilamowitz 964 [s. oben II 14, 5] und PHOT. A p. 91, 18 ἀμήτορος˙ Εὐριπίδης˙ ' Ἄφιδνε, γαίας υἱὲ τῆς ἀμήτορος'

ΣΙΣΥΦΟΣ ΣΑΤΥΡΙΚΟΣ
[II 386. 5 App.]
88 B 25 [9 B., 1 p. 770 N.]. SEXT. IX 54 καὶ Κ. δὲ εἷς τῶν ἐν Ἀθήναις τυραννησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων ὑπάρχειν φάμενος, ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθραι τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον [II 386. 10] τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ' αὐτῶι τὸ ῥητὸν οὕτως˙ 'ἦν . . . γένος'. AËT. I 7, 2 (D. 298) καὶ Εὐριπίδης δὲ ὁ τραγωιδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον˙ τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτηι τῆι γνώμηι˙ 'ἦν γὰρ χρόνος, φησίν, ὅτ' . . . ὑπηρέτης' [1.2]. ἔπειτά φησι τὴν [II 386. 15 App.] ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῆι˙ ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἠδύνατο, κρύφα δὲ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν. ὡς δεῖ ψευδεῖ λόγωι τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους, ὡς ἔστι . . . βίωι, ὃς ταῦτ' ἀκούει καὶ βλέπει φρονεῖ τ' ἄγαν' [17.18]. AËT. I 6, 7 (D. 294) ὅθεν καὶ Εὐριπίδης φησί˙ 'τό τ' ἀστερωπὸν οὐρανοῦ σέλας χρόνου . . .[ΙΙ 386. 20 App.] σοφοῦ' [33. 34].
ἦν χρόνος, ὅτ' ἦν ἄτακτος ἀνθρώπων βίος
καὶ θηριώδης ἰσχύος θ' ὑπηρέτης,
ὅτ' οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν
οὔτ' αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο.
[II 386. 25 App.] κἄπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμους
θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ἦι
〈ὁμῶς ἁπάντων〉 τήν θ' ὕβριν δούλην ἔχηι
[II 387. 1 App.] ἐζημιοῦτο δ' εἴ τις ἐξαμαρτάνοι.
ἔπειτ' ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι
ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίαι,
λάθραι δ' ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ
[II 387. 5 App.] 〈πρῶτον〉 πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ [γνῶναι]
〈θεῶν〉 δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως
εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθραι πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί 〈τι〉.
[II 387. 10 App.] ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο, ὡς ἔστι δαίμων ἀφθίτωι θάλλων βίωι, νόωι τ' ἀκύων καὶ βλέπων, φρονῶν τ' ἄγαν
προσέχων τε ταῦτα, καὶ φύσιν θείαν φορῶν,
ὃς πᾶν τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται,
[II 387. 15 App.] 〈τὸ〉 δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται.
ἐὰν δὲ σὺν σιγῆι τι βουλεύηις κακόν,
[II 388. 1 App.] τοῦτ' οὐχὶ λήσει τοὺς θεούς˙ τὸ γὰρ φρονοῦν
〈ἄγαν〉 ἔνεστι. τούσδε τοὺς λόγους λέγων
διδαγμάτων ἥδιστον εἰσηγήσατο
ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγωι.
[II 388. 5 App.] ναίειν δ' ἔφασκε τοὺς θεοὺς ἐνταῦθ', ἵνα
μάλιστ' ἂν ἐξέπληξεν ἀνθρώπους λέγων,
ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς
καὶ τὰς ὀνήσεις τῶι ταλαιπώρωι βίωι,
ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν' ἀστραπάς
[II 388. 10 App.] κατεῖδεν οὔσας, δεινὰ δὲ κτυπήματα
βροντῆς, τό τ' ἀστερωπὸν οὐρανοῦ δέμας,
Χρόνου καλὸν ποίκιλμα τέκτονος σοφοῦ,
ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος
ὅ θ' ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται.
[II 388. 15 App.] τοίους δὲ περιέστησεν ἀνθρώποις φόβους,
δι' οὓς καλῶς τε τῶι λόγωι κατώικισεν
[II 389. 1 App.] τὸν δαίμον(α) οὗ〈τος〉 κἀν πρέποντι χωρίωι,
τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν.

καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει˙

οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα
[II 389. 5] θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος.

AUS UNBESTIMMTEN DRAMEN
88 B 26 [22 B., 2 N.]. STOB. I 8, 11
μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος.

88 B 27 [20 B., 3 N.]. STOB. III 4, 2 Κριτίου. Vgl. B 15a ('Zusätze')
[II 389. 10 App.] ὅστις δὲ τοῖς φίλοισι πάντα πρὸς χάριν
πράσσων ὁμιλεῖ, τὴν παραυτίχ' ἡδονήν
ἔχθραν καθίστησ' εἰς τὸν ὕστερον χρόνον.

88 B 28 [19 B., 4 N.]. STOB. III 23, 1 Κ-ου.
δεινὸν δ' ὅταν τις μὴ φρονῶν δοκῆι φρονεῖν.

88 B 29 [21 B., 5 N.]. STOB. 33, 10 [II 390. 1 App.] Κ-ου.
σοφῆς δὲ πενίας σκαιότητα πλουσίαν
κρεῖσσον σύνοικόν ἐστιν ἐν δόμοις ἔχειν;
Vgl. B 94 Anm.

PROSAISCHE FRAGMENTE
[II 390. 5 App.]
〈ΠΟΛΙΤΕΙΑ ΑΘΗΝΑΙΩΝ〉
88 B 30. Hierher gehören vielleicht B 53-73

ΠΟΛΙΤΕΙΑ ΘΕΤΤΑΛΩΝ
88 B 31 [30 Bach, 7 Müller FHG II 69]. ATHEN. XIV 662 F 'ὁμολογοῦνται [ΙΙ 390. 10] δ' οἱ Θετταλοὶ πολυτελέστατοι τῶν Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν˙ ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καὶ τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ἐζηλωκόσι τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν'. ἱστορεῖ δὲ περὶ τῆς πολυτελείας αὐτῶν καὶ [II 390. 15 App.] Κ. ἐν τῆι Πολιτείαι αὐτῶν.

ΠΟΛΙΤΕΙΑ ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ
88 B 32 [23 Bach, 1 Müller FHG II 68]. CLEM. Str. VI 9 [II 428, 12] πάλιν Εὐριπίδου ποιήσαντος 'ἐκ γὰρ πατρὸς καὶ μητρὸς [II 391. 1 App.] ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες' [fr.525, 4. 5], Κ. γράφει˙ ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου˙ πῶς ἂν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων [II 391. 5] γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως καὶ ταλαιπωροίη τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο.

88 B 33 [24 B., 2 M.]. ATHEN. XI 463 E τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κ. παρίστησιν ἐν τῆι Λακεδαιμονίων Πολιτείαι [II 391. 10 App.] διὰ τούτων: 'ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπὶ δεξιά, ὁ δ' Ἀττικὸς ἐκ μικρῶν ἐπὶ δεξιά, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτωι ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ' αὑτῶι ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος 〈ἐπιχεῖ〉 ὅσον ἂν ἀποπίηι.'

88 B 34 [25 B., 3 M.]. ATHEN. XI 483 B [II 391. 15 App.] Κ. δ' ἐν Λακεδαιμονίων πολιτείαι γράφει οὕτως˙ 'χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν, ὑποδήματα ἄριστα Λακωνικὰ 〈καὶ〉 ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα˙ κώθων Λακωνικὸς [II 392. 1 App.] ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφορώτατον ἐν γυλιῶι˙ οὗ δὲ ἕνεκα στρατιωτικόν, 〈δηλώσω˙ στρατιώτηι〉 πολλάκις ἀνάγκη ὕδωρ πίνειν οὐ καθαρόν. πρῶτον μὲν οὖν τὸ μὴ λίαν κατάδηλον εἶναι [II 392. 5 App.] τὸ πόμα˙ εἶτα ἄμβωνας ὁ κώθων ἔχων ὑπολείπει τὸ οὐ καθαρὸν ἐν αὑτῶι.' PLUT. Lyc. 9, 7 [26 B.] διὸ καὶ τὰ πρόχειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεζαι, βέλτιστα παρ' αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων ὁ Λκωνικὸς εὐδοκίμει μάλιστα πρὸς τὰς στρατείας, ὥς φησι Κ.˙ τὰ γὰρ [II 392. 10 App.] ἀναγκαίως πινόμενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν ἀπεκρύπτετο τῆι χρόαι, καὶ τοῦ θολεροῦ προσκόπτοντος ἐντὸς καὶ προσισχομένου τοῖς ἄμβωσι καθαρώτερον ἐπλησίαζε τῶι στόματι τὸ πινόμενον. POLL. VI 97 κώθων Λακωνικόν [nämlich ἔκπωμα]˙ τοῦ δὲ κώθωνος αἱ ἑκατέρωθεν πλευραὶ ὥσπερ καὶ τῆς χύτρας ἄμβωνες [II 392. 15 App.] καλοῦνται. Vgl. PHOT. κώθων.

88 B 35 [28 B., 5 M.]. ATHEN. XI 486 E Κ. τε ἐν τῆι Λακεδαιμονίων Πολιτείαι˙ 'κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλησιουργής, κλίνη Χιουργὴς καὶ τράπεζα Ῥηνειοεργής. HARPOCR. Λυκιουργεῖς (nach einem Didymoszitat)˙ ἀγνοεῖν δὲ [II 392. 20] ἔοικεν ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν˙ 'κλίνη Μιλησιουργής' Κ. φησὶν ἐν τῆι Λακεδαιμονίων πολιτείαι.

88 B 36 [29 B., 6 M.]. EUSTATH. zu θ 376 p. 1601, 25 [aus Sueton [II 392. 25] Περὶ παιδιῶν ?] καὶ ἦν ἔθος παλαιὸν οὕτω παίζειν καὶ ἐπεχωρίαζε, φασί, Λακεδαιμονίοις ἀγὼν τὰ σφαιρομάχια . . . σημείωσαι δὲ καὶ ὅτι ὀρχήσεως εἶδος ἦν καὶ ἡ τοιαύτη διὰ σφαίρας παιδιά, ὡς δηλοῖ καὶ [II 393. 1] ὁ οὕτω γράψας˙ θερμαϋστρὶς ὄρχησις διὰ ποδῶν σύντονος. φησὶ γοῦν Κ. οὕτω˙
'ἀναπηδήσαντες εἰς ὕψος πρὸ τοῦ κατενεχθῆναι ἐπὶ γῆν παραλλαγὰς πολλὰς τοῖς ποσὶν ἐποίουν, ὃ δὴ θερμαϋστρίζειν ἔλεγον.' Vgl. ATHEN. XIV 629 D.

88 B 37. LIBAN. Or. 25, 63 (II 567 Förster) [II 393. 5 App.] οἱ Λακεδαιμόνιοι οἱ κατὰ τῶν εἱλώτων ἐξουσίαν σφίσιν αὐτοῖς ἀνοίγοντες φόνου, καὶ περὶ ὧν Κ. φησίν, ὡς μάλιστα δοῦλοί τε ἐν Λακεδαίμονι καὶ ἐλεύθεροι. τί δ' ἄλλο γε ἢ ὅπερ αὐτὸς ὁ Κ. φησίν, ὡς ἀπιστίας εἵνεκα τῆς πρὸς τοὺς εἵλωτας τούτους ἐξαιρεῖ μὲν Σπαρτιάτης [II 393. 10 App.] οἴκοι τῆς ἀσπίδος τὸν πόρπακα. τοῦτο δὲ οὐκ ἔχων ἐπὶ τῆς στρατείας ποιεῖν διὰ τὸ δεῖν πολλάκις ὀξύτητος, τὸ δόρυ ἔχων ἀεὶ περιέρχεται, ὡς κρείττων γε ταύτηι τοῦ εἵλωτος ἐσόμενος, ἢν ἀπὸ μόνης νεωτερίζηι τῆς ἀσπίδος. μεμηχάνηνται δὴ καὶ κλεῖδας, ἃς οἴονται τῆς [II393. 15] παρ' ἐκείνων ἐπιβουλῆς ἰσχυροτέρας εἶναι. (64) ταυτὶ δ' ἂν εἴη συνοικούντων τε φόβωι καὶ μηδ' ἀναπνεῖν ἐωμένων ὑπὸ τῶν ἐν ταῖς ἐλπίσι δεινῶν. οὓς οὖν ἀριστοποιουμένους καὶ καθεύδοντας καὶ ἐπ' ἄλλο τι βαδίζοντας τὸ δεῖμα τῶν οἰκετῶν ὁπλίζει, πῶς ἂν οὗτοί γε, ὦ παῖ Καλλαίσχρου, καθαρᾶς ἀπολαύσειαν τῆς ἐλευθερίας, οἷς ἐπέθεντο [II 393. 20 App.] μὲν μετὰ τοῦ Ποσειδῶνος οἱ δοῦλοι, δεῖγμα δὲ ἐξενηνόχεσαν, ὡς ἐν ὁμοίοις καιροῖς ὅμοια δράσουσιν. ὥσπερ οὖν οἱ βασιλεῖς αὐτοῖς οὐ μάλα ἦσαν ἐλεύθεροι τοῖς ἐφόροις δεδομένου δῆσαί τε βασιλέα [II 394. 1] καὶ κτεῖναι, οὕτω σύμπαντες οἱ Σπαρτιᾶται τὴν ἐλευθερίαν ἀφήιρηντο συζῶντες ἔχθει τῶι παρὰ τῶν οἰκετῶν. Vgl. ferner B 60 (II 398, 24 Anm.).

AUS UNBESTIMMTER ΠΟΛΙΤΕΙΑ
88 B 38 [B. p. 89]. POLL. VII 59 [II 394. 5 App.] τὰς δὲ ἀναξυρίδας καὶ σκελέας καλοῦσιν˙ τὸ μὲν ὄνομα καὶ παρὰ Κριτίαι ἔστιν ἐν ταῖς Πολιτείαις.

ΑΦΟΡΙΣΜΩΝ ᾹΒ̅...
88 B 39 [39 B.]. GAL. in Hippocr. de offic. I 1 (ἃ καὶ [II 394. 10 App.] τῆι ὄψει καὶ τῆι ἁφῆι καὶ τῆι ἀκοῆι καὶ τῆι ῥινὶ καὶ τῆι γλώσσηι καὶ τῆι γνώμηι ἔστιν αἰσθέσθαι). XVIII B 564 K. ἔστι δὲ ἡ τοιαύτη τῆς αἰσθήσεως ἐξήγησις τοῦ σημαινομένου [näml. τοῦ αἰσθέσθαι] Στωική. διὸ καὶ 〈ὁ〉 τοῦ Κυΐντου μαθητὴς Αἰφικιανὸς αὐτὴν προσήκατο τὴν Στωικὴν ἀσπαζόμενος φιλοσοφίαν . . . GAL. in Hippocr. de offic. 1 XVIII B 655, 7 συγκεχρῆσθαι γάρ [II 394. 15 App.] φησι τῆι τοῦ 'αἰσθέσθαι' φωνῆι τὸν Ἱπποκράτην κατὰ τῆς 'γνώμης' . . GAL. in Hippocr. de offic. I 1 XVIII B 656, 2 μέμνηται δὲ καὶ περὶ τοῦ τῆς 'γνώμης' ὀνόματος εἰπὼν ὡς ἐπὶ τῶν παλαιῶν ἐν ἴσωι τῶι 'νοῦ' ἢ 'διανοίας', εἰ μὴ καὶ 'ἐννοήσεως', ἐλέγετο. πολλῶν οὖν ὄντων εἰς τοῦτο μαρτυρίων ὀλίγα παραθήσομαι. Κ. μὲν ἐν τῶι πρώτωι Ἀφορισμῶι τάδε γράφει˙ 'μήτε ἃ [ΙΙ 394. 20 App.] τῶι ἄλλωι σώματι αἰσθάνεται μηδὲ ἃ τῆι γνώμηι γιγνώσκει.
καὶ πάλιν˙
'γιγνώσκουσιν οἱ ἄνθρωποι εἰθισμένοι ὑγιαίνειν τῆι γνώμηι.'

ΟΜΙΛΙΩΝ ᾹΒ̅
[II 395. 1 App.]
88 B 40 [40 B.]. GAL. a. O. [nach γνώμηι B 39, 23] καὶ ἐν Ὁμιλιῶν προτέρωι˙ 'εἰ δ' αὐτὸς ἀσκήσειας, ὅπως γνώμηι ἔσηι ἱκανός, ἥκιστα ἂν οὕτως ὑπ' αὐτῶν ἂν ἀδικηθείης' καὶ πολλάκις [II 395. 5 App.] ἐν τῶι αὐτῶι καὶ ἐν τῶι δευτέρωι δὲ τῶν Ὁμιλιῶν ἀντιδιαιρῶν ταῖς αἰσθήσεσι τὴν γνώμην πολλάκις εἴρηκεν ὥσπερ καὶ ὁ Ἀντιφῶν κτλ. [87 B 1].

88 B 41. HERODIAN. π. μον λέξ. p. 40, 14 τὸ δὲ παρὰ Κριτίαι ἐν ταῖς Ὁμιλίαις 'ὀρσότης' ἀντὶ τοῦ ὁρμή παράσημον.

88 B 41 a [0]. PLATO Charm. 161 B [II 395. 10 App.] ἄρτι γὰρ ἀνεμνήσθην, ὃ ἤδη του ἤκουσα λέγοντος, ὅτι σωφροσύνη ἂν εἴη τὰ ἑαυτοῦ πράττειν (vgl. 162 A).

ΠΕΡΙ ΦΥΣΕΩΣ ΕΡΩΤΟΣ Η ΑΡΕΤΩΝ
88 B 42 [37 B.]. GAL. Lex. Hipp. XIX 94 K. (zu Epid. III 17, 11 [II 395. 15 App.] [III 134 L.] γυνὴ Δυσήνιος) δυσανίης˙ Κ. ἐν τῶι Περὶ φύσεως ἔρωτος ἢ ἀρετῶν οὕτως ἐξηγεῖται τοὔνομα˙ 'δυσάνιος δέ ἐστιν, [II 396. 1] ὅστις ἐπὶ τοῖς σμικροῖς ἀνιᾶται καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι ἢ πλείω χρόνον.'

ΔΗΜΗΓΟΡΙΚΑ ΠΡΟΟΙΜΙΑ
88 B 43. HERMOG. de id. B 401, 25 R. oben II 375, 3.

AUS UNBESTIMMTEN PROSASCHRIFTEN
[II 396. 5]
88 B 44 [35 B., 12 M.]. AEL. V. H. X 13 αἰτιᾶται Κ. Ἀρχίλοχον, ὅτι κάκιστα ἑαυτὸν εἶπεν. 'εἰ γὰρ μή, φησίν, ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ εἰς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης [II 396. 10 App.] οὔθ' ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν εἰς Θάσον οὔθ' ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο οὐδὲ μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοις, ἦ δ' ὅς, οὔτε ὅτι μοιχὸς ἦν, ἤιδειμεν ἄν, εἰ μὴ παρ' αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ [II 396. 15 App.] ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιστον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῶι τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῶι φήμην'. ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κ.

88 B 45 [31 B., 8 M.]. AEL. V. H. X 17 λέγει Κ. Θεμιστοκλέα τὸν Νεοκλέους [II 396. 20] πρὶν ἢ ἄρξασθαι πολιτεύεσθαι τρία τάλαντα ἔχειν τὴν οὐσίαν τὴν πατρώιαν˙ ἐπεὶ δὲ τῶν κοινῶν προέστη, εἶτα ἔφυγε καὶ ἐδημεύθη αὐτοῦ ἡ οὐσία, κατεφωράθη ἑκατὸν ταλάντων πλείω [II 397. 1 App.] οὐσίαν ἔχων. ὁμοίως δὲ καὶ Κλέωνα πρὸ τοῦ παρελθεῖν ἐπὶ τὰ κοινὰ μηδὲν τῶν οἰκείων ἐλεύθερον εἶναι, μετὰ δὲ πεντήκοντα ταλάντων τὸν οἶκον ἀπέλιπεν.

88 B 46. ARISTID. Ars rhet. II 15 Schm. [über Xenoph. Symp. Anf. [II 397. 5 App.] ἀλλ' ἔμοι γε δοκεῖ] εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῶι 〈ὁ〉 λόγος ἀποφαντικοῦ οἷον 'δοκεῖ δ' ἔμοι γε', σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.

88 B 47. ARISTID. Ars rhet. II 50 [über Xenoph. Symp. Anf. μᾶλλον τοῖσδε ὡς στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδάρχαις] εἰ δὲ σὺ τὸ ἐναντίον [II 397. 10 App.] συλλαβὼν ἔλεγες ὡσεὶ 'ὅσοι μὲν τοὺς τοιούτους ἐγλέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν', Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν 〈ἂν〉 εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.

88 B 48 [38 B.]. DIO CHRYSOST. 21, 3 [II 267 Arn.] ἢ οὐκ οἶσθα [II 397. 15 App.] Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δ' αὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην αὐτὸν εἵλοντο ἐπί γε τῶι μεταγράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν.

88 B 49. PSEUDODIONYS. Ars rhet. [3. Jahrh. n. Chr.] 6 II 277, 10 Us.-Rad. [II 397. 20 App.] ἀνθρώπωι γὰρ γενομένωι κατὰ τὸν τοῦ Καλλαίσχρου τὸν τῶν τριάκοντα 'βέβαιον μὲν οὐδέν, εἰ μὴ τό τε καταθανεῖν γενομένωι καὶ ζῶντι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν . . .

88 B 50 [34 B., 11 M.]. PHILOSTR. V. Soph. pr. p. 1, 9 K. [II 398. 1 App.] οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῶι πατρὶ ἐπιμνησθέντα, ἐπειδὴ θαῦμα δηλώσειν ἔμελλε πατέρα Ὁμήρωι ποταμὸν εἶναι.

88 B 51 [43 B.]. PLANUD. in Hermog. Rhet. V 484 Walz [II 398. 5 App.] οἷον τῶι ἀγῶνι τῶν Πυθίων˙ τοῦτο κοινὸν καὶ εὐτελές, ἀλλὰ Κ. ἀναστρέψας εἶπε˙ 'τῶι τῶν Πυθίων ἀγῶνι'.

88 B 52 [32 B., 9 M.]. PLUT. Cim. 16 Ἐφιάλτου δὲ κωλύοντος καὶ διαμαρτυρομένου μὴ βοηθεῖν μηδ' ἀνιστάναι πόλιν ἀντίπαλον ἐπὶ [II 398. 10] τὰς Ἀθήνας, ἀλλ' ἐᾶν κεῖσθαι καὶ πατηθῆναι τὸ φρόνημα τῆς Σπάρτης, Κίμωνά φησι Κ. τὴν τῆς πατρίδος αὔξησιν ἐν ὑστέρωι θέμενον τοῦ Λακεδαιμονίων συμφέροντος ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοηθοῦντα μετὰ πολλῶν ὁπλιτῶν.

88 B 53 [44 B.]. POLL. II 58 διοπτεύειν Κ. καὶ Ἀντιφῶν [87 B 6].

88 B 54 [45 B.]. POLL. II 122 [II 398. 15 App.] παρὰ δὲ Κ - ίαι καὶ λογεὺς ὁ ῥήτωρ.

88 B 55 [46 B., 8 Nauck2]. POLL. II 148 ταχύχειρ ὡς Κ.

88 B 56 [47 B.]. POLL. III 116 καὶ ὡς Κ. ῥυπαρία.

88 B 57 [48 B.]. POLL. IV 64. Κ - ίαι τὰς πρὸς κιθάραν ὠιδὰς προσωιδίας ἀρέσκει καλεῖν.

88 B 58 [49 B.]. POLL. IV 165 [II 398. 20 App.] παρὰ Κ - ίαι διδραχμιαῖοι.

88 B 59 [27 B.]. POLL. VI 31 ἐπικωθωνίζεσθαι δὲ τὸ περαιτέρω πίνειν Κ. λέγει.

88 B 60 [50 B.]. POLL. VI 38 Κ. δὲ καὶ ὀψωνίας καὶ ὀψωνεῖν ἔφη, τὸ δὲ ὀψωνεῖν καὶ ὀψονομεῖν ὠνόμασεν.

88 B 61 [51 B., 9 N.]. POLL. VI 152. 153 [II 398. 25] οἱ μὲν γὰρ ψευδομάρτυρες εἴρηνται παρὰ Κ - ίαι καὶ ὁ ψευδομάρτυς οὐκ οἶδ' ὅπου˙ καὶ τὸ ψευδομαρτυρεῖν ὁ αὐτός που λέγει.

88 B 62 [52 B.]. POLL. VI 194 διασκεδάννυσθαι ... ἢ διαπεφορῆσθαι, ὡς Κ.

88 B 63 [53 B.]. POLL. VI 195 [II 398. 30 App.] καὶ τὸ αὑτῶν μέρος, ὅσον ἐστὶν ἐπ' αὐτοῖς, τὸ κατ' αὐτούς, τὸ ἐπ' αὐτοὺς ἧκον, τὸ ἐπ' αὐτοῖς. Κ. δέ πού φησιν˙ 'ἐπὶ τό γε [ἐπὶ τὸ] χρηστοὺς εἶναι'.

88 B 64 [54 B.]. [II 399. 1] POLL. VII 78 οἱ δὲ τὰς ἐσθῆτας πιπράσκοντες ἱματιοπῶλαι Κ - ίου τῶι ὀνόματι χρησαμένου.

88 B 65 [55 B., 7 N.]. POLL. VII 91 [Vgl. II 196] ἃ δὲ ποδεῖα Κ. καλεῖ, εἴτε πίλους αὐτὰ οἰητέον εἴτε περιειλήματα ποδῶν, ταῦτα πέλλυτρα [II 399. 5] καλεῖ ἐν Φρυξὶν Αἰσχύλος [fr. 259 N.].

88 B 66 [56 B.]. POLL. VII 108 δακτυλιογλύφοι˙ τὸ ὄνομα παρὰ Κ - ίαι.

88 B 67 [57 B.]. POLL. VII 154 χορδοπώλης, ὡς Κ. λέγει.

88 B 68 [58 B.]. POLL. VII 177 μυρεψός. Κ. γὰρ οὕτως ὠνόμασεν.

88 B 69 [59 B.]. POLL. VII 179 κεκρυφαλοπλόκος, ὡς Κ. ἔφη.

88 B 70 [60, 61 B.]. POLL. VII 196. 197 [II 399. 10 App.] τὰ δ' ἐφεξῆς τὰ μὲν πλεῖστα Κ. λέγει, πολλοὶ δὲ καὶ τῶν μᾶλλον αὐτοῦ κεκριμένων τὴν εὐφωνίαν˙ χαλκοπῶλαι, σιδηροπῶλαι, λαχανοπῶλαι, . . . τυροπῶλαι, . . . συρμαιοπῶλαι, στυππειοπῶλαι, ἐριοπῶλαι, λιβανωτοπῶλαι, . . . ῥιζοπῶλαι, σιλφιοπῶλαι, καυλοπῶλαι, [II 399. 15 App.] σκευοπῶλαι, σπερμολόγοι, σπερματοπῶλαι, χυτροπῶλαι, . . . φαρμακοπῶλαι, . . . βελονοπῶλαι, . . . πινακοπῶλαι . . . τούτους δ' ὀρνιθοκαπήλους Κ. καλεῖ κτλ.

88 B 71 [62 B.]. POLL. VIII 25 Κ. δὲ ἀποδικάσαι ἔφη τὴν δίκην τὸ ἀπολῦσαι ἢ νικῶσαν ἀποφῆναι, ὡς ἂν ἡμεῖς ἀποψηφίσασθαι. ὁ δ' [II 399. 20] αὐτὸς καὶ διαδικάζειν τὸ δι' ὅλου τοῦ ἔτους δικάζειν.

88 B 72 [63 B.]. POLL. IX 17 ἀστυνόμος καὶ παρὰ Κ - ίαι ὁ ἀστύτριψ.

88 B 73 [64 B., 6 N.]. POLL. IX 161 καὶ ἡ παρ' Εὐριπίδηι [fr. 1100] εὐπαιδευσία καὶ ἡ παρὰ Κ - ίαι εὐξυνεσία.

UNECHTE ODER UNSICHERE FRAGMENTE
88 B 74. [II 399. 25 App.] Die Sprüche in Ryssels graeco-syr. Sammlung [Rhein. Mus. 51, 1896, 531ff.] n. 4. 11. 15 sind in der Form des Namens unsicher und haben im Inhalte nichts mit dem Sophisten zu tun.

88 B 75. PLAT. de rep. II 368 A οὐ κακῶς εἰς ὑμᾶς, ὦ παῖδες ἐκείνου τοῦ ἀνδρός, τὴν ἀρχὴν τῶν ἐλεγείων ἐποίησεν ὁ Γλαύκωνος ἐραστής, εὐδοκιμήσαντας [II 399. 30 App.] περὶ τὴν Μεγαροῖ μάχην, εἰπών˙
παῖδες Ἀρίστωνος κλεινοῦ θεῖον γένος ἀνδρός.