SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Hippias of Êlis
Hippias of Êlis - A: Quoted in Ancient Sources

Hippias of Êlis - A: Quoted in Ancient Sources

86 [79]. HIPPIAS
A. LEBEN UND LEHRE
[II 326. 20 App.]

86 A 1. SUID. Ἱππίας Διοπείθους Ἠλεῖος, σοφιστὴς καὶ φιλόσοφος, μαθητὴς Ἡγησιδάμου, ὃς τέλος ὡρίζετο τὴν αὐτάρκειαν. ἔγραψε πολλά.

86 A 2. PHILOSTR. V. Soph. I 11, 1ff. Ἱ. δὲ ὁ σοφιστὴς ὁ Ἠλεῖος τὸ μὲν μνημονικὸν οὕτω τι καὶ γηράσκων ἔρρωτο, ὡς καὶ πεντήκοντα ὀνομάτων ἀκούσας [II 326. 25 App.] ἅπαξ ἀπομνημονεύειν αὐτὰ καθ' ἣν ἤκουσε τάξιν, ἐσήγετο δὲ ἐς τὰς διαλέξεις γεωμετρίαν, ἀστρονομίαν, μουσικήν, ῥυθμούς˙ (2) διελέγετο δὲ καὶ περὶ ζωγραφίας καὶ περὶ ἀγαλματοποιίας˙ (3) ταῦτα ἑτέρωθι˙ ἐν Λακεδαίμονι δὲ γένη τε διήιει πόλεων (?) καὶ ἀποικίας καὶ ἔργα, ἐπειδὴ οἱ Λακεδαιμόνιοι διὰ τὸ [II 327. 1 App.] βούλεσθαι ἄρχειν τῆι ἰδέαι ταύτηι ἔχαιρον. (4) ἔστιν δὲ αὐτῶι καὶ Τρωικὸς διάλογος [B 5], οὗ λόγος˙ ὁ Νέστωρ ἐν Τροίαι ἁλούσηι ὑποτίθεται Νεοπτολέμωι τῶι Ἀχιλλέως, ἃ χρὴ ἐπιτηδεύοντα ἄνδρα ἀγαθὸν φαίνεσθαι. (5) πλεῖστα δὲ Ἑλλήνων πρεσβεύσας ὑπὲρ τῆς Ἤλιδος οὐδαμοῦ κατέλυσε τὴν ἑαυτοῦ δόξαν [II 327. 5 App.] δημηγορῶν τε καὶ διαλεγόμενος, ἀλλὰ καὶ χρήματα πλεῖστα ἐξέλεξε καὶ φυλαῖς ἐνεγράφη πόλεων μικρῶν τε καὶ μειζόνων. (6) παρῆλθε καὶ εἰς τὴν Ἰνυκὸν ὑπὲρ χρημάτων, τὸ δὲ πολίχνιον τοῦτο Σικελικοί εἰσιν, οὓς ὁ Πλάτων 〈ἐν〉 τῶι Γοργίαι ἐπισκώπτει. (7) εὐδοκιμῶν δὲ καὶ τὸν ἄλλον χρόνον ἔθελγε τὴν Ἑλλάδα ἐν Ὀλυμπίαι λόγοις ποικίλοις καὶ πεφροντισμένοις εὖ. (8) ἡρμήνευε δὲ οὐκ ἐλλιπῶς [II 327. 10 App.] ἀλλὰ περιττῶς καὶ κατὰ φύσιν, ἐς ὀλίγα καταφεύγων τῶν ἐκ ποιητικῆς ὀνόματα.

86 A 3. [PLUT.] Vit. X or. 4 p. 838 A ἐγένετο δ' αὐτῶι [Isokrates] καὶ παῖς Ἀφαρεὺς πρεσβύτηι ὄντι ἐκ Πλαθάνης τῆς Ἱππίου τοῦ ῥήτορος ποιητός, τῶν δὲ τῆς γυναικὸς τριῶν παίδων ὁ νεώτατος. [PLUT.] Vit. X or. 4 p. 839 B καὶ νέον μὲν ὄντα μὴ γῆμαι, γηράσαντα δ' ἑταίραι συνεῖναι ἧι ὄνομα ἦν Λαγίσκη ... ἔπειτα Πλαθάνην τὴν Ἱππίου [II 327. 15] τοῦ ῥήτορος γυναῖκα ἠγάγετο τρεῖς παῖδας ἔχουσαν, ὧν τὸν Ἀφαρέα, ὡς προείρηται, ἐποιήσατο. HARPOCR. Ἀφαρεύς. οὗτος Ἱππίου μὲν ἦν υἱός, ἐνομίζετο δὲ Ἰσοκράτους. ZOSIM. V. Isocr. p. 253 4 Westerm. γυναῖκα δ' ἠγάγετο Πλαθάνην τινά, Ἱππίου τοῦ ῥήτορος ἀπογεννωμένην.

86 A 4. PLATO Apol. 19 E καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι, εἴ τις οἷός τ' εἴη [II 327. 20 App.] παιδεύειν ἀνθρώπους ὥσπερ Γοργίας τε ὁ Λεοντῖνος καὶ Πρόδικος ὁ Κεῖοςκαὶ Ἱ. ὁ Ἠλεῖος. Vgl. 84 A 4.

86 A 5. ATHEN. V p. 218 C ὁ δὲ Πλάτων καὶ τὸν Ἠλεῖον Ἱππίαν συμπαρόντα ποιεῖ [ἐν] τῶι Πρωταγόραι [vgl. C 1] μετά τινων ἰδίων πολιτῶν, οὓς οὐκ εἰκὸς ἐν Ἀθήναις ἀσφαλῶς διατρίβειν πρὸ τοῦ τὰς ἐνιαυσίας ἐπὶ Ἰσάρχου [τοῦ] Ἐλαφηβολιῶνος [II 327. 25] [423] συντελεσθῆναι σπονδάς. Vgl. 80 A 11.

86 A 5 a. XENOPH. Symp. IV 62 [s. oben 84 A 4a] οἶδα μέν, ἔφη, σε [Antisthenes] Καλλίαν τουτονὶ προαγωγεύσαντα τῶι σοφῶι Προδίκωι ..., οἶδα δέ σε Ἱππίαι τῶι Ἠλείωι, παρ' οὗ οὗτος καὶ τὸ μνημονικὸν ἔμαθεν.

86 A 6. PLATO Hipp. mai. 281 A [Sokr., Hipp.] Ἱππίας ὁ καλός τε καὶ σοφός, [II 327. 30 App.] ὡς διὰ χρόνου ἡμῖν κατῆρας εἰς τὰς Ἀθήνας. - Οὐ γὰρ σχολή, ὦ Σώκρατες. ἡ γὰρ Ἦλις ὅταν τι δέηται διαπράξασθαι πρός τινα τῶν πόλεων, ἀεὶ ἐπὶ πρῶτον ἐμὲ ἔρχεται τῶν πολιτῶν αἱρουμένη πρεσβευτήν, ἡγουμένη δικαστὴν καὶ ἄγγελον ἱκανώτατον εἶναι τῶν λόγων, οἳ ἂν παρὰ τῶν πόλεων ἑκάστων λέγωνται. πολλάκις μὲν οὖν καὶ εἰς ἄλλας πόλεις ἐπρέσβευσα, πλεῖστα δὲ καὶ περὶ πλείστων καὶ μεγίστων [II 327. 30] εἰς τὴν Λακεδαίμονα˙ διὸ δή, ὃ σὺ ἐρωτᾶις, οὐ θαμίζω εἰς τούσδε τοὺς τόπους.

86 A 7. PLATO Hipp. mai. 282 D E [Hippias spricht] ἀφικόμενος δέ ποτε εἰς Σικελίαν Πρωταγόρου [s. 80 A 9] αὐτόθι ἐπιδημοῦντος καὶ εὐδοκιμοῦντος καὶ πρεσβυτέρου [II 328. 1 App.] ὄντος [καὶ] πολὺ νεώτερος ὢν ἐν ὀλίγωι χρόνωι πάνυ πλέον ἢ πεντήκοντα καὶ ἑκατὸν μνᾶς εἰργασάμην, καὶ ἐξ ἑνός γε χωρίου πάνυ σμικροῦ Ἰνυκοῦ πλέον ἢ εἴκοσι μνᾶς˙ καὶ τοῦτο ἐλθὼν οἴκαδε φέρων τῶι πατρὶ ἔδωκα, ὥστε ἐκεῖνον καὶ τοὺς ἄλλους πολίτας θαυμάζειν τε καὶ ἐκπεπλῆχθαι. καὶ σχεδόν τι οἶμαι ἐμὲ πλείω χρήματα [II 328. 5 App.] εἰργάσθαι ἢ ἄλλους σύνδυο οὕστινας βούλει τῶν σοφιστῶν. Tracht s. 82 A 9.

86 A 8. PLATO Hipp. min. 363 C [Hippias] καὶ γὰρ ἂν δεινὰ ποιοίην, ὦ Εὔδικε, εἰ Ὀλυμπίαζε μὲν εἰς τὴν τῶν Ἑλλήνων πανήγυριν, ὅταν τὰ Ὀλύμπια ἦι, ἀεὶ ἐπανιὼν οἴκοθεν ἐξ Ἤλιδος εἰς τὸ ἱερὸν παρέχω ἐμαυτὸν καὶ λέγοντα [II 328. 10] ὅ τι ἄν τις βούληται ὧν ἄν μοι εἰς ἐπίδειξιν παρεσκευασμένον ἦι, καὶ ἀποκρινόμενον τῶι βουλομένωι ὅ τι ἄν τις ἐρωτᾶι, νῦν δὲ τὴν Σωκράτους ἐρώτησιν φύγοιμι . . . PLATO Hipp. min. 364 A ἐξ οὗ γὰρ ἦργμαι Ὀλυμπίασιν ἀγωνίζεσθαι οὐδενὶ πώποτε κρείττονι εἰς οὐδὲν ἐμαυτοῦ ἐνέτυχον.

86 A 9. PLATO Hipp. mai. 286 A [Hippias] Καὶ ναὶ μὰ Δί', ὦ Σώκρατες, περί γε [II 328. 15 App.] ἐπιτηδευμάτων καλῶν καὶ ἔναγχος αὐτόθι ηὐδοκίμησα διεξιών, ἃ χρὴ τὸν νέον ἐπιτηδεύειν. ἔστι γάρ μοι περὶ αὐτῶν παγκάλως λόγος συγκείμενος, καὶ ἄλλως εὖ διακείμενος καὶ τοῖς ὀνόμασι˙ πρόσχημα δέ μοί ἐστι καὶ ἀρχὴ τοιάδε τις τοῦ λόγου [vgl. A 2 § 4]˙ ἐπειδὴ ἡ Τροία ἥλω, λέγει ὁ λόγος, ὅτι Νεοπτόλεμος Νέστορα ἔροιτο, ποῖά ἐστι καλὰ ἐπιτηδεύματα, ἃ ἄν τις ἐπιτηδεύσας νέος ὢν εὐδοκιμώτατος γένοιτο˙ μετὰ ταῦτα δὴ λέγων ἐστὶν ὁ Νέστωρ καὶ ὑποτιθέμενος αὐτῶι [II 328. 20 App.] πάμπολλα νόμιμα καὶ πάγκαλα. τοῦτον δὴ καὶ ἐκεῖ [in Sparta] ἐπεδειξάμην καὶ ἐνθάδε [in Athen] μέλλω ἐπιδεικνύναι εἰς τρίτην ἡμέραν ἐν τῶι Φειδοστράτου διδασκαλείωι καὶ ἄλλα πολλὰ καὶ ἄξια ἀκοῆς˙ ἐδεήθη γάρ μου Εὔδικος ὁ Ἀπημάντου.

86 A 10. PLATO Hipp. min. 364 C [Hipp.] φημὶ γὰρ Ὅμηρον πεποιηκέναι ἄριστον [II 328. 25 App.] μὲν ἄνδρα Ἀχιλλέα τῶν εἰς Τροίαν ἀφικομένων, σοφώτατον δὲ Νέστορα, πολυτροπώτατον δὲ Ὀδυσσέα.

86 A 11. PLATO Hipp. mai. 285 B [Sokrates und Hippias] ἐπαινοῦσι δὲ δή σε πρὸς θεῶν, ὦ Ἱππία, καὶ χαίρουσιν ἀκούοντες [die Spartaner] ποῖα; ἢ δῆλον δὴ ὅτι ἐκεῖνα ἃ σὺ κάλλιστα ἐπίστασαι, τὰ περὶ τὰ ἄστρα τε καὶ τὰ οὐράνια πάθη; [II 328. 30] - Οὐδ' ὁπωστιοῦν˙ ταῦτά γε οὐδ' ἀνέχονται. - Ἀλλὰ περὶ γεωμετρίας τι χαίρουσιν ἀκούοντες; - Οὐδαμῶς, ἐπεὶ οὐδ' ἀριθμῶν ἐκείνων γε ὡς ἔπος εἰπεῖν πολλοὶ ἐπίστανται. - Πολλοῦ ἄρα δέουσιν περί γε λογισμῶν ἀνέχεσθαί σου ἐπιδεικνυμένου. - Πολλοῦ μέντοι, νὴ Δία. - Ἀλλὰ δῆτα ἐκεῖνα ἃ σὺ ἀκριβέστατα ἐπίστασαι ἀνθρώπων διαιρεῖν, περί τε γραμμάτων δυνάμεως καὶ συλλαβῶν [II 328. 35 App.] καὶ ῥυθμῶν καὶ ἁρμονιῶν; - Περὶ ποίων, ὠγαθέ, ἁρμονιῶν καὶ γραμμάτων; - Ἀλλὰ τί μήν ἐστιν ἃ ἡδέως σου ἀκροῶνται καὶ ἐπαινοῦσιν; αὐτός μοι εἰπέ, ἐπειδὴ ἐγὼ οὐχ εὑρίσκω. - Περὶ τῶν γενῶν, ὦ Σώκρατες, τῶν τε ἡρώων καὶ τῶν ἀνθρώπων καὶ τῶν κατοικίσεων, ὡς τὸ ἀρχαῖον ἐκτίσθησαν αἱ πόλεις, καὶ συλλήβδην πάσης τῆς ἀρχαιολογίας ἥδιστα ἀκροῶνται, ὥστ' ἔγωγε [II 328. 40] δι' αὐτοὺς ἠνάγκασμαι ἐκμεμαθηκέναι τε καὶ ἐκμεμελετηκέναι πάντα τὰ τοιαῦτα. - Ναὶ μὰ Δί', ὦ Ἱππία, ηὐτύχηκάς γε, ὅτι Λακεδαιμόνιοι οὐ χαίρουσιν, ἄν τις [II 329. 1] αὐτοῖς ἀπὸ Σόλωνος τοὺς ἄρχοντας τοὺς ἡμετέρους καταλέγηι˙ εἰ δὲ μή, πράγματ' ἂν εἶχες ἐκμανθάνων. - Πόθεν, ὦ Σώκρατες; ἅπαξ ἀκούσας πεντήκοντα ὀνόματα ἀπομνημονεύσω. - Ἀληθῆ λέγεις, ἀλλ' ἐγὼ οὐκ ἐνενόησα, ὅτι τὸ μνημονικὸν ἔχεις˙ ὥστ' ἐννοῶ ὅτι εἰκότως σοι χαίρουσιν οἱ Λακεδαιμόνιοι ἅτε πολλὰ [II 329. 5] εἰδότι, καὶ χρῶνται ὥσπερ ταῖς πρεσβύτισιν οἱ παῖδες πρὸς τὸ ἡδέως μυθολογῆσαι.

86 A 12. PLATO Hipp. min. 368 B πάντως δὲ πλείστας τέχνας πάντων σοφώτατος εἶ ἀνθρώπων, ὡς ἐγώ ποτέ σου ἤκουον μεγαλαυχουμένου πολλὴν σοφίαν καὶ ζηλωτὴν σαυτοῦ διεξιόντος ἐν ἀγορᾶι ἐπὶ ταῖς τραπέζαις. ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς [II 329. 10] Ὀλυμπίαν ἃ εἶχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων˙ πρῶτον μὲν δακτύλιον (ἐντεῦθεν γὰρ ἤρχου) ὃν εἶχες σαυτοῦ ἔχειν ἔργον ὡς ἐπιστάμενος δακτυλίους γλύφειν καὶ ἄλλην σφραγῖδα σὸν ἔργον, καὶ στλεγγίδα καὶ λήκυθον ἃ αὐτὸς εἰργάσω˙ ἔπειτα ὑποδήματα ἃ εἶχες ἔφησθα αὐτὸς σκυτοτομῆσαι καὶ τὸ ἱμάτιον ὑφῆναι καὶ τὸν χιτωνίσκον˙ καὶ ὅ γε πᾶσιν ἔδοξεν ἀτοπώτατον καὶ σοφίας [II 329. 15 App.] πλείστς ἐπίδειγμα [ἐπειδὴ], τὴν ζώνην ἔφησθα τοῦ χιτωνίσκου, ἣν εἶχες, εἶναι μὲν οἷαι αἱ Περσικαὶ τῶν πολυτελῶν, ταύτην δὲ αὐτὸς πλέξαι˙ πρὸς δὲ τούτοις ποιήματα ἔχων ἐλθεῖν καὶ ἔπη καὶ τραγωιδίας καὶ διθυράμβους καὶ καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους˙ καὶ περὶ τῶν τεχνῶν δή, ὧν ἄρτι ἐγὼ ἔλεγον, ἐπιστήμων ἀφικέσθαι διαφερόντως τῶν [II 329. 20 App.] ἄλλων καὶ περὶ ῥυθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος, καὶ ἄλλα ἔτι πρὸς τούτοις πάνυ πολλά, ὡς ἐγὼ δοκῶ μνημονεύειν˙ καίτοι τό γε μνημονικὸν ἐπελαθόμην σου, ὡς ἔοικε, τέχνημα, ἐν ὧι σὺ οἴει λαμπρότατος εἶναι. Vgl. 80 A 26 (II 261, 41).

86 A 13. ATHEN. XI p. 506 F ἐν δὲ τῶι Μενεξένωι οὐ μόνον Ἱ. ὁ Ἠλεῖος χλευάζεται, [II 329. 25] ἀλλὰ καὶ ὁ Ῥαμνούσιος Ἀντιφῶν καὶ ὁ μουσικὸς Λάμπρος.

86 A 14. XENOPH. Mem. IV 4, 5-7 οἶδα δέ ποτε αὐτὸν [Sokrates] καὶ πρὸς Ἱππίαν τὸν Ἠλεῖον περὶ τοῦ δικαίου τοιάδε διαλεχθέντα. διὰ χρόνου γὰρ ἀφικόμενος ὁ Ἱππίας Ἀθήναζε παρεγένετο τῶι Σωκράτει λέγοντι πρός τινας, ὡς θαυμαστὸν εἴη τό, εἰ μέν τις βούλοιτο σκυτέα διδάξασθαί τινα ἢ τέκτονα ἢ χαλκέα ἢ ἱππέα, μὴ ἀπορεῖν, [II 329. 30 App.] ὅποι ἂν πέμψας τούτου τύχοι˙ φασὶ δέ τινες καὶ ἵππον καὶ βοῦν τῶι βουλομένωι δικαίους ποιήσασθαι πάντα μεστὰ εἶναι τῶν διδαξόντων˙ ἐὰν δέ τις βούληται ἢ αὐτὸς μαθεῖν τὸ δίκαιον ἢ υἱὸν ἢ οἰκέτην διδάξασθαι, μὴ εἰδέναι ὅποι ἂν ἐλθὼν τύχοι τούτου. (6) καὶ ὁ μὲν Ἱ. ἀκούσας ταῦτα ὥσπερ ἐπισκώπτων αὐτόν˙ Ἔτι γὰρ σύ, ἔφη, ὦ Σώκρατες, ἐκεῖνα τὰ αὐτὰ λέγεις ἃ ἐγὼ πάλαι ποτέ σου ἤκουσα; [II 329. 35 App.] καὶ ὁ Σωκράτης˙ Ὃ δέ γε τούτου δεινότερον, ἔφη, ὦ Ἱππία, οὐ μόνον ἀεὶ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν˙ σὺ δ' ἴσως διὰ τὸ πολυμαθὴς εἶναι περὶ τῶν αὐτῶν οὐδέποτε τὰ αὐτὰ λέγεις. Ἀμέλει, ἔφη, πειρῶμαι καινόν τι λέγειν ἀεί. (7) Πότερον, ἔφη, καὶ περὶ ὧν ἐπίστασαι; οἷον περὶ γραμμάτων ἐάν τις ἔρηταί σε, πόσα καὶ ποῖα Σωκράτους ἐστίν, ἄλλα μὲν πρότερον, ἄλλα δὲ νῦν πειρᾶι [II 329. 40] λέγειν; ἢ περὶ ἀριθμῶν τοῖς ἐρωτῶσιν, εἰ τὰ δὶς πέντε δέκα ἐστίν, οὐ τὰ αὐτὰ νῦν ἃ καὶ πρότερον ἀποκρίνει; Περὶ μὲν τούτων, ἔφη, ὦ Σώκρατες, ὥσπερ σύ, [II 330. 1 App.] καὶ ἐγὼ ἀεὶ τὰ αὐτὰ λέγω˙ περὶ μέντοι τοῦ δικαίου πάνυ οἶμαι νῦν ἔχειν εἰπεῖν, πρὸς ἃ οὔτε σὺ οὔτ' ἂν ἄλλος οὐδεὶς δύναιτ' ἀντειπεῖν.

86 A 15. TERTULL. Apolog. 46 [in einer Aufzählung der Schandtaten heidnischer Philosophen] Hippias dum civitati insidias disponit occiditur. [II 330. 5]

86 A 16. AMMIAN. MARCELL. XVI 5, 8 si itaque verum est quod scriptores varii memorant, Cyrum regem et Simonidem lyricum et Hippiam Eleum sophistarum acerrimum ideo valuisse memoria, quod epotis quibusdam remediis id impetrarunt ... Vgl. A 5 a. 11.12.