SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Prodicus of Ceos
Prodicus of Ceos - A: Quoted in Ancient Sources

Prodicus of Ceos - A: Quoted in Ancient Sources

84 [77]. PRODIKOS
[II 308. 20 App.]
A. LEBEN UND LEHRE

84 A 1. SUID. Πρόδικος Κεῖος ἀπὸ Κέω τῆς νήσου, πόλεως δὲ Ἰουλίδος, φιλόσοφος φυσικὸς καὶ σοφιστής, σύγχρονος Δημοκρίτου τοῦ Ἀβδηρίτου καὶ Γοργίου, μαθητὴς Πρωταγόρου τοῦ Ἀβδηρίτου. ἐν Ἀθήναις κώνειον πιὼν ἀπέθανεν ὡς [II 308. 25 App.] διαφθείρων τοὺς νέους. Aus HESYCH. Kürzer SCHOL. PLAT. de rep. 600 C.

84 A 1a. PHILOSTR. V. Soph. I 12 Προδίκου δὲ τοῦ Κείου ὄνομα τοσοῦτον ἐπὶ σοφίαι ἐγένετο, ὡς καὶ τὸν Γρύλλου [Ξενοφῶντα] ἐν Βοιωτοῖς δεθέντα ἀκροᾶσθαι διαλεγομένου, καθιστάντα ἐγγυητὴν τοῦ σώματος. πρεσβεύων δὲ παρὰ Ἀθηναίους [II 309. 1] παρελθὼν ἐς τὸ βουλευτήριον ἱκανώτατος ἔδοξεν ἀνθρώπων καίτοι δυσήκοον καὶ βαρὺ φθεγγόμενος. ἀνίχνευε δὲ οὗτος τοὺς εὐπατρίδας τῶν νέων καὶ τοὺς ἐκ τῶν βαθέων οἴκων, ὡς καὶ προξένους ἐκτῆσθαι ταύτης τῆς θήρας˙ χρημάτων τε γὰρ ἥττων ἐτύγχανε καὶ ἡδοναῖς ἐδεδώκει. τὴν δὲ Ἡρακλέους αἵρεσιν, τὸν τοῦ [II 309. 5 App.] Προδίκου λόγον, οὗ κατ' ἀρχὰς ἐπεμνήσθην, οὐδὲ Ξενοφῶν ἀπηξίωσε μὴ οὐχὶ ἑρμηνεῦσαι.

84 A 2. PLATO Protag. 315 C D ff. καὶ μὲν δὴ καὶ Τάνταλόν γε εἰσεῖδον˙ ἐπεδήμει γὰρ ἄρα καὶ Π. ὁ Κεῖος˙ ἦν δὲ ἐν οἰκήματί τινι ὧι πρὸ τοῦ μὲν ὡς ταμιείωι [II 309. 10] ἐχρῆτο Ἱππόνικος ... ὁ μὲν οὖν Π. ἔτι κατέκειτο ἐγκεκαλυμμένος ἐν κωιδίοις τισὶν καὶ στρώμασιν καὶ μάλα πολλοῖς, ὡς ἐφαίνετο. Daneben Pausanias und Agathon u. a. περὶ δὲ ὧν διελέγοντο οὐκ ἐδυνάμην ἔγωγε μαθεῖν ἔξωθεν καίπερ λιπαρῶς ἔχων ἀκούειν τοῦ Προδίκου˙ πάσσοφος γάρ μοι δοκεῖ ἁνὴρ εἶναι καὶ θεῖος. ἀλλὰ διὰ τὴν βαρύτητα τῆς φωνῆς βόμβος τις ἐν τῶι οἰκήματι γιγνόμενος [II 309. 15] ἀσαφῆ ἐποίει τὰ λεγόμενα.

84 A 3. PLAT. Hipp. maior 282 C (Sokr. spricht) ὁ ἡμέτερος ἑταῖρος Π. οὗτος πολλάκις μὲν καὶ ἄλλοτε δημοσίαι ἀφίκετο, ἀτὰρ τὰ τελευταῖα ἔναγχος ἀφικόμενος δημοσίαι ἐκ Κέω λέγων τ' ἐν τῆι βουλῆι πάνυ ηὐδοκίμησεν καὶ ἰδίαι ἐπιδείξεις ποιούμενος καὶ τοῖς νέοις συνὼν χρήματα ἔλαβεν θαυμαστὰ ὅσα.

84 A 3 a. PLAT. Theaet. 151 B [II 309. 20 App.] ἐνίοις δέ, ὦ Θεαίτητε, οἳ ἄν μοι μὴ δόξωσί πως ἐγκύμονες εἶναι, γνοὺς ὅτι οὐδὲν ἐμοῦ δέονται, πάνυ εὐμενῶς προμνῶμαι καί, σὺν θεῶι εἰπεῖν, πάνυ ἱκανῶς τοπάζω οἷς ἂν συγγενόμενοι ὄναιντο˙ ὧν πολλοὺς μὲν δὴ ἐξέδωκα Προδίκωι, πολλοὺς δὲ ἄλλοις σοφοῖς τε καὶ θεσπεσίοις ἀνδράσι.

84 A 4. PLAT. Apol. 19 E ἐπεὶ καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι, εἴ τις οἷός τ' εἴη [II 309. 25 App.] παιδεύειν ἀνθρώπους ὥσπερ Γοργίας τε ὁ Λεοντῖνος καὶ Π. ὁ Κεῖος καὶ Ἱππίας ὁ Ἠλεῖος. τούτων γὰρ ἕκαστος, ὦ ἄνδρες, [οἷός τ' ἐστὶν] ἰὼν εἰς ἑκάστην τῶν πόλεων τοὺς νέους, οἷς ἔξεστι τῶν ἑαυτῶν πολιτῶν προῖκα συνεῖναι ὧι ἂν βούλωνται, τούτους πείθουσιν τὰς ἐκείνων συνουσίας ἀπολιπόντας σφίσιν ξυνεῖναι χρήματα διδόντας καὶ χάριν προσειδέναι.

84 A 4 a. XENOPH. Symp. IV 62 [II 309. 30] οἶδα μέν, ἔφη, σὲ [Antisthenes] Καλλίαν τουτονὶ προαγωγεύσαντα τῶι σοφῶι Προδίκωι, ὅτε ἑώρας τοῦτον μὲν φιλοσοφίας ἐρῶντα, ἐκεῖνον δὲ χρημάτων δεόμενον.

84 A 4 b. ATHEN. V 220 B ὁ δὲ Καλλίας αὐτοῦ [des Sokratikers Aeschines fr. 16 p. 50 Krauss] περιέχει τὴν τοῦ Καλλίου πρὸς τὸν πατέρα διαφορὰν καὶ τὴν [II 309. 35 App.] Προδίκου καὶ Ἀναξαγόρου τῶν σοφιστῶν διαμώκησιν. λέγει γάρ, ὡς ὁ μὲν Π. Θηραμένην μαθητὴν ἀπετέλεσεν, ὁ δ' ἕτερος Φιλόξενον τὸν Ἐρύξιδος καὶ Ἀριφράδην [II 310. 1 App.] τὸν ἀδελφὸν Ἀριγνώτου τοῦ κιθαρωιδοῦ, θέλων ἀπὸ τῆς τῶν δηλωθέντων μοχθηρίας καὶ περὶ τὰ φαῦλα λιχνείας ἐμφανίσαι τὴν τῶν παιδευσάντων διδασκαλίαν.

84 A 5. ARISTOPH. Nub. 360 (Chor der Wolken; vgl. Av. 692)
οὐ γὰρ ἂν ἄλλωι γ' ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
[II 310. 5 App.] πλὴν ἢ Προδίκωι˙ τῶι μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δὲ (Sokr.) . . .
ARISTOPH. Tagenistae fr. 490 K.
τοῦτον τὸν ἄνδρ' ἢ βυβλίον διέφθορεν
ἢ Πρόδικος ἢ τῶν ἀδολεσχῶν εἷς γέ τις.

84 A 6. SCHOL. ARISTOPH. Nub. 361 διδάσκαλος δὲ ἦν οὗτος (Prod.) καὶ [II 310. 10] Θηραμένους τοῦ ἐπικαλουμένου Κοθόρνου.

84 A 7. DIONYS. Halic. Isocr. 1 γενόμενος [Isokr.] δὲ ἀκουστὴς Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τεισίου τοῦ Συρακουσίου τῶν τότε μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ἐχόντων ἐπὶ σοφίαι, ὡς δέ τινες ἱστοροῦσι, καὶ Θηραμένους τοῦ ῥήτορος, ὃν οἱ τριάκοντα ἀπέκτειναν δημοτικὸν εἶναι δοκοῦντα.

84 A 8. GELL. XV 20, 4 [II 310. 15 App.] auditor fuit [Euripides] physici Anaxagorae et Prodici rhetoris.

84 A 9. MARCELLIN. v. Thuc. 36 ἐζήλωσε [Thukyd.] δ' ἐπ' ὀλίγον, ὥς φησιν Ἄντυλλος, καὶ τὰς Γοργίου τοῦ Λεοντίνου παρισώσεις καὶ τὰς ἀντιθέσεις τῶν ὀνομάτων, εὐδοκιμούσας κατ' ἐκεῖνο καιροῦ παρὰ τοῖς Ἕλλησι καὶ μέντοι καὶ Προδίκου [II 310. 20 App.] τοῦ Κείου τὴν ἐπὶ τοῖς ὀνόμασιν ἀκριβολογίαν.

84 A 10. QUINTIL. III 1, 12 horum primi communis locos tractasse dicuntur Protagoras, Gorgias; adfectus P., Hippias et idem Protagoras et Thrasymachus. SCHOL. zu ARISTOPH. Av. 692 . . . ἵν' ἀκούσαντες πάντα παρ' ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων . . . Προδίκωι παρ' ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν [folgt 1 A 12] [II 310. 25 App.]: ὅτι οὐκ ὀρθῶς Καλλίμαχος τὸν Πρόδικον ἐν τοῖς ῥήτορσι καταλέγει˙ σαφῶς γὰρ ἐν τούτοις φιλόσοφος.

84 A 11. PLATO Cratyl. 384 B (Sokr. spricht) τὸ περὶ τῶν ὀνομάτων οὐ σμικρὸν τυγχάνει ὂν μάθημα. εἰ μὲν οὖν ἐγὼ ἤδη ἠκηκόη παρὰ Προδίκου τὴν πεντηκοντάδραχμον ἐπίδειξιν, ἣν ἀκούσαντι ὑπάρχει περὶ τοῦτο πεπαιδεῦσθαι, ὥς φησιν [II 310. 30 App.] ἐκεῖνος, οὐδὲν ἂν ἐκώλυέν σε αὐτίκα μάλα εἰδέναι τὴν ἀλήθειαν περὶ ὀνομάτων ὀρθότητος˙ νῦν δὲ οὐκ ἀκήκοα, ἀλλὰ τὴν δραχμιαίαν.

84 A 12. ARISTOT. Rhet. Γ 14. 1415 b 12 ὥστε ὅπου ἂν ἧι καιρός, λεκτέον 'καί μοι προσέχετε τὸν νοῦν˙ οὐθὲν γὰρ μᾶλλον ἐμὸν ἢ ὑμέτερον' καὶ 'ἐρῶ γὰρ ὑμῖν οἷον οὐδὲ πώποτε ἀκηκόατε δεινόν' (ἢ 'οὕτω θαυμαστόν')˙ τοῦτο δ' ἐστίν, ὥσπερ [II 310. 35 App.] ἔφη Π., ὅτε νυστάζοιεν οἱ ἀκροαταί, παρεμβάλλειν τῆς πεντηκονταδράχμου αὐτοῖς. Vgl. QUINTIL. IV 1, 73.

84 A 13. Synonimik: PLATO Protag. 337 A C εἰπόντος δὲ αὐτοῦ ταῦτα, ὁ Πρόδικος, καλῶς μοι, ἔφη, δοκεῖς λέγειν, ὦ Κριτία˙ χρὴ γὰρ τοὺς ἐν τοιοῖσδε λόγοις [II 311. 1] παραγιγνομένους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή. ἔστιν γὰρ οὐ ταὐτόν˙ κοινῆι μὲν γὰρ ἀκοῦσαι δεῖ ἀμφοτέρων, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρωι, ἀλλὰ τῶι μὲν σοφωτέρωι πλέον, τῶι δὲ ἀμαθεστέρωι ἔλαττον. ἐγὼ μὲν καὶ αὐτός, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, ἀξιῶ ὑμᾶς συγχωρεῖν καὶ ἀλλήλοις [II 311. 5 App.] περὶ τῶν λόγων ἀμφισβητεῖν μέν, ἐρίζειν δὲ μή˙ ἀμφισβητοῦσι μὲν γὰρ καὶ δι' εὔνοιαν οἱ φίλοι τοῖς φίλοις, ἐρίζουσιν δὲ οἱ διάφοροί τε καὶ ἐχθροὶ ἀλλήλοις. καὶ οὕτως ἂν καλλίστη ἡμῖν ἡ συνουσία γίγνοιτο˙ ὑμεῖς τε γὰρ οἱ λέγοντες μάλιστ' ἂν οὕτως ἐν ἡμῖν τοῖς ἀκούουσιν εὐδοκιμοῖτε καὶ οὐκ ἐπαινοῖσθε˙ εὐδοκιμεῖν μὲν γὰρ ἔστιν παρὰ ταῖς ψυχαῖς τῶν ἀκουόντων ἄνευ ἀπάτης, ἐπαινεῖσθαι δὲ ἐν [II 311. 10 App.] λόγωι πολλάκις παρὰ δόξαν ψευδομένων˙ ἡμεῖς τ' αὖ οἱ ἀκούοντες μάλιστ' ἂν οὕτως εὐφραινοίμεθα, οὐχ ἡδοίμεθα˙ εὐφραίνεσθαι μὲν γὰρ ἔστιν μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῆι τῆι διανοίαι, ἥδεσθαι δὲ ἐσθίοντά τι ἢ ἄλλο ἡδὺ πάσχοντα αὐτῶι τῶι σώματι. ταῦτα οὖν εἰπόντος τοῦ Προδίκου πολλοὶ πάνυ τῶν παρόντων ἀπεδέξαντο. Vgl. A 19

84 A 14. PLATO Protag. 340 A [zu Prod.] [II 311. 15] καὶ γὰρ οὖν καὶ δεῖται τὸ ὑπὲρ Σιμωνίδου ἐπανόρθωμα τῆς σῆς μουσικῆς, ἧι τό τε βούλεσθαι καὶ ἐπιθυμεῖν διαιρεῖς ὡς οὐ ταὐτὸν ὄν . . . ταὐτόν σοι δοκεῖ εἶναι τὸ γενέσθαι καὶ τὸ εἶναι ἢ ἄλλο; ἄλλο νὴ Δί', ἔφη ὁ Πρόδικος. PLATO Protag. 341 B τὸ γὰρ δεινόν, φησίν [Prod.], κακόν ἐστιν . . . τί ἔλεγεν, ὦ Πρόδικε, τὸ χαλεπὸν Σιμωνίδης; κακόν, ἔφη.

84 A 15. PLATO Meno 75 E [II 311. 20] τελευτὴν καλεῖς τι; τοιόνδε λέγω οἷον πέρας καὶ ἔσχατον˙ πάντα ταῦτα ταὐτόν τι λέγω˙ ἴσως δ' ἂν ἡμῖν Π. διαφέροιτο.

84 A 16. PLATO Euthyd. 277 E πρῶτον γάρ, ὥς φησι Π., περὶ ὀνομάτων ὀρθότητος μαθεῖν δεῖ˙ ὃ δὴ καὶ ἐνδείκνυσθόν σοι τὼ ξένω (Euthydemos und Dionysodoros) ὅτι οὐκ ἤιδησθα τὸ μανθάνειν, ὅτι οἱ ἄνθρωποι καλοῦσι μὲν [II 311. 25 App.] ἐπὶ τῶι τοιῶιδε, ὅταν τις ἐξ ἀρχῆς μηδεμίαν ἔχων ἐπιστήμην περὶ πράγματός τινος ἔπειτα ὕστερον αὐτοῦ λαμβάνηι τὴν ἐπιστήμην, καλοῦσι δὲ ταὐτὸν τοῦτο καὶ ἐπειδὰν ἔχων ἤδη τὴν ἐπιστήμην ταύτηι τῆι ἐπιστήμηι ταὐτὸν τοῦτο πρᾶγμα ἐπισκοπῆι ἢ πραττόμενον ἢ λεγόμενον. μᾶλλον μὲν αὐτὸ ξυνιέναι καλοῦσιν ἢ μανθάνειν, ἔστι δ' ὅτε καὶ μανθάνειν.

84 A 17. PLATO Lach. 197 B [II 311. 30 App.] ἀλλ', οἶμαι, τὸ ἄφοβον καὶ τὸ ἀνδρεῖον οὐ ταὐτόν ἐστιν. ἐγὼ δὲ ἀνδρείας μὲν καὶ προμηθείας πάνυ τισὶν ὀλίγοις οἶμαι μετεῖναι, θρασύτητος δὲ καὶ τόλμης καὶ τοῦ ἀφόβου μετὰ ἀπρομηθείας πάνυ πολλοῖς. Vgl. PLATO Lach. 197 D μηδέ γε εἴπηις, ὦ Λάχης˙ καὶ γάρ μοι δοκεῖς οὐδὲ ἠισθῆσθαι, ὅτι δὴ ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέρου ἑταίρου παρείληφεν, ὁ δὲ Δάμων τῶι [II 311. 35 App.] Προδίκωι πολλὰ πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ τοιαῦτα ὀνόματα διαιρεῖν.

84 A 18. PLATO Charmid. 163 A B εἰπέ μοι, ἦν δ' ἐγώ, οὐ ταὐτὸν καλεῖς τὸ ποιεῖν καὶ τὸ πράττειν; οὐ μέντοι, ἔφη˙ οὐδέ γε τὸ ἐργάζεσθαι καὶ τὸ ποιεῖν. ἔμαθον γὰρ παρ' Ἡσιόδου, ὃς ἔφη ἔργον [δ'] οὐδὲν εἶναι ὄνειδος [Opp. 311]. οἴει [II 311. 40 App.] οὖν αὐτόν, εἰ τὰ τοιαῦτα ἔργα ἐκάλει καὶ ἐργάζεσθαι καὶ πράττειν, οἷα νῦν δὴ σὺ ἔλεγες, οὐδενὶ ἂν ὄνειδος φάναι εἶναι σκυτοτομοῦντι ἢ ταριχοπωλοῦντι ἢ ἐπ' [II 312. 1] οἰκήματος καθημένωι; οὐκ οἴεσθαί γε χρή, ὦ Σώκρατες, ἀλλὰ καὶ ἐκεῖνος οἶμαι ποίησιν πράξεως καὶ ἐργασίας ἄλλο ἐνόμιζεν, καὶ ποίημα μὲν γίγνεσθαι ὄνειδος ἐνίοτε, ὅταν μὴ μετὰ τοῦ καλοῦ γίγνηται, ἔργον δὲ οὐδέποτε οὐδὲν ὄνειδος˙ τὰ γὰρ καλῶς τε καὶ ὠφελίμως ποιούμενα ἔργα ἐκάλει, καὶ ἐργασίας τε καὶ πράξεις [II 312. 5 App.] τὰς τοιαύτας ποιήσεις. Vgl. PLATO Charmid. 163 D καὶ γὰρ Προδίκου μυρία τινὰ ἀκήκοα περὶ ὀνομάτων διαιροῦντος.

84 A 19. ARISTOT. Top. B 6. 112 b 22 ἔτι καὶ εἰ αὐτὸ ἑαυτῶι συμβεβηκὸς ἔθηκεν ὡς ἕτερον, διὰ τὸ ἕτερον εἶναι ὄνομα, καθάπερ Π. διηιρεῖτο τὰς ἡδονὰς εἰς χαρὰν καὶ τέρψιν καὶ εὐφροσύνην˙ ταῦτα γὰρ πάντα τοῦ αὐτοῦ, τῆς ἡδονῆς, ὀνόματά ἐστιν. [II 312. 10] ALEX. z. d. St. Top. 181, 2 Π. δὲ ἐπειρᾶτο ἑκάστωι τῶν ὀνομάτων τούτων ἴδιόν τι σημαινόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὔλογον ἔπαρσιν, ἡδονὴν δὲ ἄλογον ἔπαρσιν, τέρψιν δὲ τὴν δι' ὤτων ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων. νομοθετούντων δέ ἐστι τοῦτο, ἀλλ' οὐδὲν ὑγιὲς λεγόντων. G SCHOL. PLAT. Phaedr. 267 B Πρόδικος οῦ(τος τὴν τῶν ὀνομάτων εὗρεν ἀκρίβειαν˙ οἷον διαφορὰν τέρψεως, χαρᾶς, εὐφροσύνης˙ τέρψιν καλῶν τὴν δι' ὤτων ἡδονήν, χαρὰν τὴν τῆς ψυχῆς, εὐφροσύνην τὴν διὰ τῶν ὀμματων. /

84 A 20. PLAT. Phaedr. 267 B [II 312. 15 App.] [nach 82 A 25] ταῦτα δὲ ἀκούων ποτέ μου Π. ἐγέλασεν καὶ μόνος αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην˙ δεῖν δὲ οὔτε μακρῶν οὔτε βραχέων ἀλλὰ μετρίων.