Anaxagoras of Clazomenae
Anaxagoras of Clazomenae - A: Quoted in Ancient Sources
59 [46]. ANAXAGORAS
A. LEBEN UND LEHRE
LEBEN
59 A 1. DIOG.II 6-15. (6) Ἀναξαγόρας Ἡγησιβούλου ἢ Εὐβούλου Κλαζομένιος. [II 5. 5 App.] οὗτος ἤκουσεν Ἀναξιμένους, καὶ πρῶτος τῆι ὕληι νοῦν ἐπέστησεν, ἀρξάμενος οὕτω τοῦ συγγράμματος, ὅ ἐστιν ἡδέως καὶ μεγαλοφρόνως ἡρμηνευμένον˙ 'πάντα χρήματα ἦν ὁμοῦ˙ εἶτα νοῦς ἐλθὼν αὐτὰ διεκόσμησεν' [= fr. 17 Schaubach; vgl. 59 B 1]. παρὸ καὶ Νοῦς ἐπεκλήθη, καί φησι περὶ αὐτοῦ Τίμων ἐν τοῖς Σίλλοις οὕτω [fr. 24 D.]˙
[II 5. 10 App.] καί που Ἀναξαγόρην φάσ' ἔμμεναι, ἄλκιμον ἥρω
Νοῦν, ὅτι δὴ νόος αὐτῶι, ὃς ἐξαπίνης ἐπεγείρας
πάντα συνεσφήκωσεν ὁμοῦ τεταραγμένα πρόσθεν.
οὗτος εὐγενείαι καὶ πλούτωι διαφέρων ἦν, ἀλλὰ καὶ μεγαλοφροσύνηι, ὅς γε τὰ πατρῶια παρεχώρησε τοῖς οἰκείοις. (7) αἰτιαθεὶς γὰρ ὑπ' αὐτῶν ὡς ἀμελῶν˙ [II 5. 15] 'τί οὖν, ἔφη, οὐχ ὑμεῖς ἐπιμελεῖσθε;' καὶ τέλος ἀπέστη καὶ περὶ τὴν τῶν φυσικῶν θεωρίαν ἦν οὐ φροντίζων τῶν πολιτικῶν. ὅτε καὶ πρὸς τὸν εἰπόντα 'οὐδέν σοι μέλει τῆς πατρίδος;' 'εὐφήμει, ἔφη, ἐμοὶ γὰρ καὶ σφόδρα μέλει τῆς πατρίδος' δείξας τὸν οὐρανόν.
λέγεται δὲ κατὰ τὴν Ξέρξου διάβασιν εἴκοσιν ἐτῶν εἶναι, βεβιωκέναι δὲ ἑβδομήκοντα [II 5. 20 App.] δύο. φησὶ δ' Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς [F.Gr.Hist. 244 F 31 II 1028] γεγενῆσθαι αὐτὸν τῆι ἑβδομηκοστῆι ὀλυμπιάδι [500-497], τεθνηκέναι δὲ τῶι πρώτωι ἔτει τῆς ὀγδοηκοστῆς ὀγδόης [428]. ἤρξατο δὲ φιλοσοφεῖν Ἀθήνησιν ἐπὶ Καλλίου [456; oder = Καλλιάδου 480] ἐτῶν εἴκοσιν ὤν, ὥς φησι Δημήτριος ὁ Φαληρεὺς ἐν τῆι τῶν Ἀρχόντων ἀναγραφῆι [F.Gr.Hist. 228 F 2 II 960], ἔνθα [II 5. 25 App.] καί φασιν αὐτὸν ἐτῶν διατρῖψαι τριάκοντα.
(8) οὗτος ἔλεγε τὸν ἥλιον μύδρον εἶναι διάπυρον [= fr. 24 Schaub.] καὶ μείζω τῆς Πελοποννήσου (οἱ δέ φασι Τάνταλον [vgl. A 20 a])˙ τὴν δὲ σελήνην οἰκήσεις ἔχειν, ἀλλὰ καὶ λόφους καὶ φάραγγας [vgl. B 4]. ἀρχὰς δὲ τὰς ὁμοιομερείας˙ καθάπερ γὰρ ἐκ τῶν ψηγμάτων λεγομένων τὸν χρυσὸν συνεστάναι, οὕτως [II 5. 30 App.] ἐκ τῶν ὁμοιομερῶν μικρῶν σωμάτων τὸ πᾶν συγκεκρίσθαι. καὶ νοῦν μὲν ἀρχὴν κινήσεως˙ τῶν δὲ σωμάτων τὰ μὲν βαρέα τὸν κάτω τόπον, 〈ὡς τὴν γῆν〉, τὰ δὲ κοῦφα τὸν ἄνω ἐπισχεῖν, ὡς τὸ πῦρ ὕδωρ δὲ καὶ ἀέρα τὸν μέσον. οὕτω γὰρ ἐπὶ τῆς γῆς πλατείας οὔσης τὴν θάλατταν ὑποστῆναι διατμισθέντων ὑπὸ τοῦ ἡλίου τῶν ὑγρῶν. (9) τὰ δ' ἄστρα κατ' ἀρχὰς μὲν θολοειδῶς ἐνεχθῆναι, ὥστε κατὰ [II 6. 1 App.] κορυφὴν τῆς γῆς τὸν ἀεὶ φαινόμενον εἶναι πόλον, ὕστερον δὲ τὴν ἔγκλισιν λαβεῖν. καὶ τὸν γαλαξίαν ἀνάκλασιν εἶναι φωτὸς 〈τῶν ὑπὸ〉 ἡλίου μὴ καταλαμπομένων [τῶν,] ἄστρων. τοὺς δὲ κομήτας σύνοδον πλανητῶν φλόγας ἀφιέντων˙ τούς τε διάιττοντας οἷον σπινθῆρας ἀπὸ τοῦ ἀέρος ἀποπάλλεσθαι. ἀνέμους γίγνεσθαι [II 6. 5 App.] λεπτυνομένου τοῦ ἀέρος ὑπὸ τοῦ ἡλίου. βροντὰς σύγκρουσιν νεφῶν˙ ἀστραπὰς ἔκτριψιν νεφῶν˙ σεισμὸν ὑπονόστησιν ἀέρος εἰς γῆν. ζῶια γίγνεσθαι ἐξ ὑγροῦ καὶ θερμοῦ καὶ γεώδους, ὕστερον δὲ ἐξ ἀλλήλων˙ καὶ ἄρρενα μὲν ἀπὸ τῶν δεξιῶν, θήλεα δὲ ἀπὸ τῶν ἀριστερῶν.
(10) φασὶ δ' αὐτὸν προειπεῖν τὴν περὶ Αἰγὸς ποταμοὺς γενομένην τοῦ λίθου [II 6. 10 App.] πτῶσιν, ὃν εἶπεν ἐκ τοῦ ἡλίου πεσεῖσθαι. ὅθεν καὶ Εὐριπίδην, μαθητὴν ὄντα αὐτοῦ, χρυσέαν βῶλον εἰπεῖν τὸν ἥλιον ἐν τῶι Φαέθοντι [FTG fr. 783; vgl. A 20a]. ἀλλὰ καὶ εἰς Ὀλυμπίαν ἐλθόντα ἐν δερματίνωι καθίσαι, ὡς μέλλοντος ὕσειν˙ καὶ γενέσθαι. πρός τε τὸν εἰπόντα, εἰ τὰ ἐν Λαμψάκωι ὄρη ἔσται ποτὲ θάλαττα, φασὶν εἰπεῖν˙ 'ἐάν γε ὁ χρόνος μὴ ἐπιλίπηι'. ἐρωτηθείς ποτε, εἰς τί γεγέννηται, [II 6. 15 App.] 'εἰς θεωρίαν, ἔφη, ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ'. πρὸς τὸν εἰπόντα˙ 'ἐστερήθης Ἀθηναίων' οὐ μὲν οὖν, ἔφη, ἀλλ' ἐκεῖνοι ἐμοῦ'. (ἰδὼν τὸν Μαυσώλου τάφον ἔφη˙ 'τάφος πολυτελὴς λελιθωμένης ἐστὶν οὐσίας εἴδωλον'.) (11) πρὸς τὸν δυσφοροῦντα ὅτι ἐπὶ ξένης τελευτᾶι 'πανταχόθεν, ἔφη, ὁμοία ἐστὶν ἡ εἰς ἅιδου κατάβασις' [vgl. A 34a]. δοκεῖ δὲ πρῶτος, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῆι [II 6. 20 App.] ἱστορίαι [fr. 26 F.H.G. III 581], τὴν Ὁμήρου ποίησιν ἀποφήνασθαι εἶναι περὶ ἀρετῆς καὶ δικαιοσύνης˙ ἐπὶ πλεῖον δὲ προστῆναι τοῦ λόγου Μητρόδωρον τὸν Λαμψακηνόν [c. 61], γνώριμον ὄντα αὐτοῦ, ὃν καὶ πρῶτον σπουδάσαι τοῦ ποιητοῦ περὶ τὴν φυσικὴν πραγματείαν. πρῶτος δὲ Ἀναξαγόρας καὶ βιβλίον ἐξέδωκε συγγραφῆς [?]. φησὶ δὲ Σιληνὸς ἐν τῆι πρώτηι τῶν Ἱστοριῶν [F.Gr.Hist. 27, 2 I 212, 7] ἐπὶ ἄρχοντος [II 6. 25 App.] Δημύλου [?] λίθον ἐξ οὐρανοῦ πεσεῖν˙ (12) τὸν δὲ Ἀναξαγόραν εἰπεῖν ὡς ὅλος ὁ οὐρανὸς ἐκ λίθων συγκέοιτο˙ τῆι σφοδρᾶι δὲ περιδινήσει συνεστάναι καὶ ἀνεθέντα κατενεχθήσεσθαι. περὶ δὲ τῆς δίκης αὐτοῦ διάφορα λέγεται. Σωτίων μὲν γάρ φησιν ἐν τῆι Διαδοχῆι τῶν φιλοσόφων ὑπὸ Κλέωνος αὐτὸν ἀσεβείας κριθῆναι, [II 7. 1] διότι τὸν ἥλιον μύδρον ἔλεγε διάπυρον˙ ἀπολογησαμένου δὲ ὑπὲρ αὐτοῦ Περικλέους τοῦ μαθητοῦ, πέντε ταλάντοις ζημιωθῆναι καὶ φυγαδευθῆναι. Σάτυρος δ' ἐν τοῖς Βίοις [fr. 14 F.H.G. III 163] ὑπὸ Θουκυδίδου φησὶν εἰσαχθῆναι τὴν δίκην ἀντιπολιτευομένου τῶι Περικλεῖ˙ καὶ οὐ μόνον ἀσεβείας, ἀλλὰ καὶ μηδισμοῦ˙ καὶ [II 7. 5 App.] ἀπόντα καταδικασθῆναι θανάτωι. (13) ὅτε καὶ ἀμφοτέρων αὐτῶι προσαγγελέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα 'κἀκείνων κἀμοῦ πάλαι ἡ φύσις κατεψηφίσατο', περὶ δὲ τῶν παίδων, ὅτι 'ἤιδειν αὐτοὺς θνητοὺς γεννήσας'. (οἱ δ' εἰς Σόλωνα τοῦτο ἀναφέρουσιν, ἄλλοι εἰς Ξενοφῶντα.) τοῦτον δὲ καὶ θάψαι ταῖς ἰδίαις χερσὶν αὐτοὺς Δημήτριός [II 7. 10 App.] φησιν ὁ Φαληρεὺς ἐν τῶι Περὶ γήρως. Ἕρμιππος δ' ἐν τοῖς Βίοις [fr. 31 F.H.G. III 43] φησίν, ὅτι καθείρχθη ἐν τῶι δεσμωτηρίωι τεθνηξόμενος. Περικλῆς δὲ παρελθὼν εἶπεν, εἴ τι ἔχουσιν ἐγκαλεῖν αὑτῶι κατὰ τὸν βίον˙ οὐδὲν δὲ εἰπόντων 'καὶ μὴν ἐγώ, ἔφη, τούτου μαθητής εἰμι˙ μὴ οὖν διαβολαῖς ἐπαρθέντες ἀποκτείνητε τὸν ἄνθρωπον, ἀλλ' ἐμοὶ πεισθέντες ἄφετε'. καὶ ἀφείθη˙ οὐκ ἐνεγκὼν δὲ τὴν ὕβριν [II 7. 15 App.] αὑτὸν ἐξήγαγεν. (14) Ἱερώνυμος δ' ἐν τῶι δευτέρωι Τῶν σποράδην ὑπομνημάτων [fr. 9 Hill.] φησίν, ὅτι ὁ Περικλῆς παρήγαγεν αὐτὸν ἐπὶ τὸ δικαστήριον, διερρυηκότα καὶ λεπτὸν ὑπὸ νόσου, ὥστε ἐλέωι μᾶλλον ἢ κρίσει ἀφεθῆναι. καὶ τὰ μὲν περὶ τῆς δίκης αὐτοῦ τοσαῦτα. ἔδοξε δέ πως καὶ Δημοκρίτωι ἀπεχθῶς ἐσχηκέναι. ἀποτυχὼν τῆς πρὸς αὐτὸν κοινολογίας. καὶ τέλος ἀποχωρήσας εἰς [II 7. 20 App.] Λάμψακον αὐτόθι κατέστρεψεν. ὅτε καὶ τῶν ἀρχόντων τῆς πόλεως ἀξιούντων τί βούλεται αὑτῶι γενέσθαι, φάναι, τοὺς παῖδας ἐν ὧι ἂν ἀποθάνηι μηνὶ κατ' ἔτος παίζειν συγχωρεῖν. καὶ φυλάττεται τὸ ἔθος καὶ νῦν. (15) τελευτήσαντα δὴ αὐτὸν ἔθαψαν ἐντίμως οἱ Λαμψακηνοὶ καὶ ἐπέγραψαν˙
ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας
[II 7. 25 App.] οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας.
ἔστι καὶ ἡμῶν εἰς αὐτόν˙
ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν,
καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας˙
ἀλλ' ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δ' αὑτὸν
[II 7. 30 App.] ἐξάγαγεν βιότου μαλθακίηι σοφίης.
γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀναξαγόραι, ὧν [ἐν οὐδενὶ πάντα, ἀλλ'] ὁ μὲν ἦν [II 8. 1] ῥήτωρ Ἰσοκράτειος˙ ὁ δὲ ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος [p. 10 Wilam.]˙ ἄλλος γραμματικὸς Ζηνοδότειος.
59 A 2 . HARPOCR. Ἀ. σοφιστὴς Ἡγησιβούλου υἱὸς Κλαζομένιος Ἀναξιμένους μαθητὴς Μιλησίου. Νοῦς δ' ἐπεκαλεῖτο, ἐπεὶ ὕλην τε καὶ νοῦν πάντων φρουρὸν εἶπεν. [II 8. 5 App.] οὗτός ἐστιν ὁ τὸν ἥλιον μύδρον εἰπὼν διάπυρον.
59 A 3. SUID. Ἀ.... διάπυρον [A 2], τουτέστι πύρινον λίθον.
ἔφυγε δὲ ἐξ Ἀθηνῶν Περικλέους αὐτῶι συνειπόντος. καὶ ἐλθὼν ἐν Λαμψάκωι ἐκεῖσε καταστρέφει τὸν βίον ἀποκαρτερήσας. ἐξήγαγε δὲ τοῦ ζῆν ἑαυτὸν ἐτῶν ο̅, διότι ὑπ' Ἀθηναίων ἐνεβλήθη ἐν δεσμωτηρίωι οἷά τινα καινὴν δόξαν τοῦ θεοῦ παρεισφέρων. Aus Hesych. G ὅτι Ἀναξαγόρας Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κῳδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου λέγεται τοῦτο πεπραχέναι. καὶ ἄλλα δὲ πλεῖστα προλέγων. οὗτος, Κλαζομένιος ὢν, ἀγέλαις τε καὶ καμήλοις τὰ ἑαυτοῦ ἀνῆκε. περὶ τούτου ἔφη Ἀπολλώνιος ὁ Τυανεὺς προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. /
59 A 4. CYRILL. c. Jul. I p. 12 B [aus EUS. Chron. = HIERON. a. Abr. 1520 = Ol. 70, 1 = 500] ἑβδομηκοστῆι ὀλυμπιάδι φασὶ γενέσθαι Δημόκριτον καὶ Ἀναξαγόραν φιλοσόφους φυσικοὺς ὁμοῦ τε καὶ Ἡράκλειτον τὸν ἐπίκλην Σκοτεινόν.
EUS. (HIER.) a. Abr. 1557 [Ol. 80, 1 = 460] A. moritur. Vgl. A 18.
59 A 4 a. MARM. PAR. ep. 60 [F.Gr.Hist. 239 A 60 II 1000, 22] [II 8. 15 App.] ἀφ' οὗ Εὐριπίδης ἐτῶν ὢν ΔΔΔΔΙΙΙΙ [?] τραγωιδίαι πρῶτον ἐνίκησεν ἔτη ΗΓ°ΔΔΓΙΙΙΙ ἄρχοντος Ἀθήνησι Διφίλου [442/1]˙ ἦσαν δὲ κατ' Εὐριπίδην Σωκράτης τε καὶ Ἀ.
59 A 5. DIOG. IX 41 γέγονε δὲ [Demokrit] τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῶι Μικρῶι διακόσμωι, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος [II 8. 20 App.] τετταράκοντα. συντετάχθαι δέ φησιν τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. DIOG. IX 34. ὕστερον δὲ Λευκίππωι παρέβαλε [Demokrit] καὶ Ἀναξαγόραι κατά τινας ἔτεσιν ὢν αὐτοῦ νεώτερος τετταράκοντα. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῆι ἱστορίαι [fr. 33 F.H.G. III 582] λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, [II 8. 25] ἀλλὰ ἀρχαῖαι˙ τὸν δὲ ὑφηιρῆσθαι. 35 διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νοῦ ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν. πῶς οὖν κατά τινας ἀκήκοεν αὐτοῦ;
59 A 6. PHILOSTR. V. Apoll. II 5 p. 46, 22 Kayser ἀκούων, Ἀπολλώνιε, τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀπὸ τοῦ κατὰ Ἰωνίαν Μίμαντος ἐπεσκέφθαι τὰ ἐν [II 8. 30] τῶι οὐρανῶι, Θαλῆν τε τὸν Μιλήσιον ἀπὸ τῆς προσοίκου Μυκάλης κτλ. Ebenda PHILOSTR. V. Apoll. I 2 p. 3, 6 Kays τίς οὐκ οἶδε τὸν Ἀ. Ὀλυμπίασι μὲν ὁπότε ἥκιστα ὗε παρελθόντα ὑπὸ κωδίωι ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου (vgl. A 1 § 10 II 6, 12) οἰκίαν τε ὡς πεσεῖται προειπόντα μὴ ψεύσασθαι˙ πεσεῖν γάρ˙ νύκτα τε ὡς ἐξ ἡμέρας ἔσται (vgl. A 18 II 11, 9) καὶ ὡς λίθοι περὶ Αἰγὸς ποταμοὺς τοῦ οὐρανοῦ [II 8. 35] ἐκδοθήσονται προαναφωνήσαντα ἀληθεῦσαι; vgl. A 11.
59 A 7. STRAB. XIV 645 Κλαζομένιος δ' ἦν ἀνὴρ ἐπιφανὴς Ἀ. ὁ φυσικός, Ἀναξιμένους ὁμιλητὴς τοῦ Μιλησίου˙ διήκουσαν δὲ τούτου Ἀρχέλαος ὁ φυσικὸς καὶ Εὐριπίδης ὁ ποιητής. EUSEB. P. E. X 14, 13 ὁ δὲ Ἀρχέλαος ἐν Λαμψάκωι διεδέξατο τὴν σχολὴν τοῦ Ἀναξαγόρου. CLEM. Strom. I 63 [II 40, 2 St.] μεθ' ὃν [Anaximenes] [II 8. 40] Ἀ. Ἡγησιβούλου Κλαζομένιος˙ οὗτος μετήγαγεν ἀπὸ τῆς Ἰωνίας Ἀθήναζε τὴν διατριβήν. τοῦτον διαδέχεται Ἀρχέλαος, οὗ Σωκράτης διήκουσεν. [GALEN] Hist. phil. 3 (D. 599) τὸν Ἀναξιμένην ... Ἀναξαγόρου καθηγητὴν γενέσθαι παρεσκεύασεν [Anaximander] οὗτος δὲ τὴν Μίλητον ἀπολελοιπὼς ἧκεν εἰς τὰς Ἀθήνας καὶ Ἀρχέλαον τὸν Ἀθηναῖον πρῶτον εἰς φιλοσοφίαν παρώρμησεν [s. 60 A 1-5].
59 A 8. SIMPL. Phys. 25, 19 [II 9. 1] Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος οὐ πολὺ κατόπιν τοῦ Ἀναξαγόρου γεγονώς. Vgl. 31 A 1 I 278, 12. ARISTOT. metaph. A 3 [s. 31 A 6. 59 A 43]. G DIOG. LAERT. VIII 56. Ἀλκιδάμας δ' ἐν τῷ Φυσικῷ φησι κατὰ τοὺς αὐτοὺς χρόνους Ζήνωνα καὶ Ἐμπεδοκλέα ἀκοῦσαι Παρμενίδου, εἶθ' ὕστερον ἀποχωρῆσαι, καὶ τὸν μὲν Ζήνωνα κατ' ἰδίαν φιλοσοφῆσαι, τὸν δὲ Ἀναξαγόρου διακοῦσαι καὶ Πυθαγόρου˙ καὶ τοῦ μὲν τὴν σεμνότητα ζηλῶσαι τοῦ τε βίου καὶ τοῦ σχήματος, τοῦ δὲ τὴν φυσιολογίαν [cfr. ARISTOT. metaph. A 3. 984 a 11]. /
59 A 9. PROCL. ad Eucl. p. 65, 21 [s. oben I 393, 7] μετὰ δὲ τοῦτον [Pythagoras] [II 9. 5 App.] Ἀ. ὁ Κλαζομένιος πολλῶν ἐφήψατο τῶν κατὰ γεωμετρίαν καὶ Οἰνοπίδης ὁ Χῖος ὀλίγωι νεώτερος ὢν Ἀναξαγόρου.
59 A 10. CEDREN. I 165, 18 Bekk. καὶ γάρ, ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύριος καὶ Πυθαγόρας ὁ Σάμιος καὶ Ἀ. ὁ Κλαζομένιος καὶ Πλάτων ὁ Ἀθηναῖος πρὸς τούτους [Ägypter] ἐξεδήμησαν θεολογίαν καὶ φυσιολογίαν ἀκριβεστέραν [II 9. 10] μαθήσεσθαι παρ' αὐτῶν ἐλπίσαντες. AMM. MARCELL. XXII 16, 22 hinc (sc. ex Aegyptiorum scriptis arcanis) A. lapides e caelo lapsuros et putealem limum contrectans tremores futuros praedixerat terrae. Vgl. XXII 8, 5.
59 A 11. MARM. PAR. ep.57 [F.Gr.Hist. 239 A 57 II 1000] ἀφ' οὗ ἐν Αἰγὸς ποταμοῖς ὁ λίθος ἔπεσε, καὶ Σιμωνίδης ὁ ποιητὴς ἐτελεύτησεν βιοὺς [II 9. 15] ἔτη Γ°ΔΔΔΔ, ἔτη ΗΗΓ ἄρχοντος Ἀθήνησι Θεαγενίδου [468/7]. PLIN. N. H. II 149 f. (149) celebrant Graeci Anaxagoran Clazomenium olympiadis LXXVIII secundo anno [467/6] praedixisse caelestium litterarum scientia, quibus diebus saxum casurum esset e sole, idque factum interdiu in Thraciae parte ad Aegos flumen, qui lapis etiam nunc ostenditur magnitudine vehis, colore adusto, [II 9. 20 App.] comete quoque illis noctibus flagrante. quod si quis praedictum credat, simul fateatur necesse est maioris miraculi divinitatem Anaxagorae fuisse, solvique rerum naturae intellectum et confundi omnia, si aut ipse sol lapis esse aut umquam lapidem in eo fuisse credatur. decidere tamen crebro non erit dubium. (150) in Abydi gymnasio ex ea causa colitur hodieque modicus [II 9. 25] quidem, sed quem in media terrarum casurum idem A. praedixisse narratur. [Danach I. Lyd. d. ost. 7 S. 14, 15 W.]. EUS. Chron. [HIER.] lapis in Aegis fluvio de caelo ruit a. Abr. 1511 [Ol. 78, 3 = 466]. Vgl. A 1 § 11 II 6, 24ff.
59 A 12. PLUT. Lys.12 οἱ δὲ καὶ τὴν τοῦ λίθου πτῶσιν ἐπὶ τῶι πάθει τούτωι σημεῖόν φασι γενέσθαι˙ κατηνέχθη γάρ, ὡς δόξα τῶν πολλῶν, ἐξ οὐρανοῦ παμμεγέθης [II 9. 30] λίθος εἰς Αἰγὸς ποταμούς. καὶ δείκνυται μὲν ἔτι νῦν σεβομένων αὐτὸν τῶν Χερρονησιτῶν˙ λέγεται δὲ Ἀναξαγόραν προειπεῖν, ὡς τῶν κατὰ τὸν οὐρανὸν ἐνδεδεμένων σωμάτων γενομένου τινὸς ὀλισθήματος ἢ σάλου ῥίψις ἔσται καὶ πτῶσις ἑνὸς ἀπορραγέντος˙ εἶναι δὲ καὶ τῶν ἄστρων ἕκαστον οὐκ ἐν ἧι πέφυκε χώραι˙ λιθώδη γὰρ ὄντα καὶ βαρέα λάμπειν μὲν ἀντερείσει καὶ περικλάσει τοῦ [II 9. 35] αἰθέρος, ἕλκεσθαι δὲ ὑπὸ βίας σφιγγόμενα δίνηι καὶ τόνωι τῆς περιφορᾶς, ὥς που καὶ τὸ πρῶτον ἐκρατήθη μὴ πεσεῖν δεῦρο τῶν ψυχρῶν καὶ βαρέων ἀποκρινομένων τοῦ παντός ... τῶι δ' Ἀναξαγόραι μαρτυρεῖ καὶ Δαΐμαχος ἐν τοῖς Περὶ εὐσεβείας [fr. 5 F.Gr.Hist. II 441] ἱστορῶν, ὅτι πρὸ τοῦ πεσεῖν τὸν λίθον ἐφ' ἡμέρας ἑβδομήκοντα πέντε συνεχῶς κατὰ τὸν οὐρανὸν ἑωρᾶτο πύρινον σῶμα παμμέγεθες, [II 9. 40] ὥσπερ νέφος φλογοειδὲς κτλ. Aus der Erwähnung des Meteors stammt die Erwähnung des A. bei Psell. de lapid. 26 [s. oben I 306, 26]. G PSELL. de lapid. 26 [IDELER, Physici, I, p. 247, 24; MÉLY, Lapidaires, p. 204, 12] τούτων δὲ τῶν παρὰ τοῖς λίθοις δυνάμεων αἰτίας πολλοὶ ἐθάρρησαν ἀποδοῦναι, τῶν μὲν ἀρχαιοτέρων σοφῶν Ἀ. καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος, τῶν δὲ οὐ πολὺ πρὸ ἡμῶν ὁ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος ... /
59 A 13. PLUT. Pericl. 16 [aus Ion ?] ὁ δὲ πᾶσαν αὐτοῦ τὴν τοιαύτην συνέχων ἀκρίβειαν εἷς ἦν οἰκέτης Εὐάγγελος, ὡς ἕτερος οὐδεὶς εὖ πεφυκὼς ἢ κατεσκευασμένος [II 10. 1 App.] ὑπὸ τοῦ Περικλέους πρὸς οἰκονομίαν. ἀπεναντία μὲν οὖν ταῦτα τῆς Ἀναξαγόρου σοφίας, εἴ γε καὶ τὴν οἰκίαν ἐκεῖνος ἐξέλιπε καὶ τὴν χώραν ἀνῆκεν ἀργὴν καὶ μηλόβοτον ὑπ' ἐνθουσιασμοῦ καὶ μεγαλοφροσύνης. PLAT. Hipp. m. 283 A καταλειφθέντων γὰρ αὐτῶι πολλῶν χρημάτων καταμελῆσαι καὶ ἀπολέσαι [II 10. 5 App.] πάντα˙ οὕτως αὐτὸν ἀνόητα σοφίζεσθαι.
59 A 14. TERTULL. Apolog. 46 Si de fide comparem, Anaxagoras [?] depositum hos<pi>tibus denegavit: Christianus etiam extra fidelis vocatur.
59 A 15. PLAT. Phaedr. 269 E - Κινδυνεύει, ὦ ἄριστε, εἰκότως ὁ Περικλῆς πάντων τελεώτατος εἰς τὴν ῥητορικὴν γενέσθαι. - Τί δή; - Πᾶσαι ὅσαι μεγάλαι τῶν [II 10. 10 App.] τεχνῶν προσδέονται ἀδολεσχίας καὶ μετεωρολογίας φύσεως πέρι˙ τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντηι τελεσιουργὸν ἔοικεν ἐντεῦθέν ποθεν εἰσιέναι. ὃ καὶ Περικλῆς πρὸς τῶι εὐφυὴς εἶναι ἐκτήσατο˙ προσπεσὼν γὰρ οἶμαι τοιούτωι ὄντι Ἀναξαγόραι, μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ ἀνοίας ἀφικόμενος, ὧν δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀ., ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ [II 10. 15 App.] πρόσφορον αὐτῆι. ISOCR. XV 235 Περικλῆς δὲ δυοῖν ἐγένετο μαθητής, Ἀναξαγόρου τε τοῦ Κλαζομενίου καὶ Δάμωνος τοῦ κατ' ἐκεῖνον τὸν χρόνον φρονιμωτάτου δόξαντος εἶναι τῶν πολιτῶν. PLUT. Pericl. 4 ὁ δὲ πλεῖστα Περικλεῖ συγγενόμενος καὶ μάλιστα περιθεὶς ὄγκον αὐτῶι καὶ φρόνημα δημαγωγίας ἐμβριθέστερον ὅλως τε μετεωρίσας καὶ συνεξάρας τὸ ἀξίωμα τοῦ ἤθους Ἀ. ἦν ὁ Κλαζομένιος, [II 10. 20] ὃν οἱ τότ' ἄνθρωποι Νοῦν προσηγόρευον, εἴτε τὴν σύνεσιν αὐτοῦ μεγάλην εἰς φυσιολογίαν καὶ περιττὴν διαφανεῖσαν θαυμάσαντες εἴθ' ὅτι τοῖς ὅλοις πρῶτος οὐ τύχην οὐδ' ἀνάγκην διακοσμήσεως ἀρχήν, ἀλλὰ νοῦν ἐπέστησε καθαρὸν καὶ ἄκρατον ἐν μεμιγμένοις πᾶσι τοῖς ἄλλοις ἀποκρίνοντα τὰς ὁμοιομερείας. Vgl. hierzu 37 A 3 ff. CIC. d. orat. III 34, 138 Periclem non declamator aliquis ad clepsydram [II 10. 25] latrare docuerat, sed ut accepimus Clazomenius ille A.
59 A 16. PLUT. Pericl. 6 λέγεται δέ ποτε κριοῦ μονόκερω κεφαλὴν ἐξ ἀγροῦ τῶι Περικλεῖ κομισθῆναι καὶ Λάμπωνα μὲν τὸν μάντιν, ὡς εἶδε τὸ κέρας ἰσχυρὸν καὶ στερεὸν ἐκ μέσου τοῦ μετώπου πεφυκός, εἰπεῖν ὅτι δυεῖν οὐσῶν ἐν τῆι πόλει δυναστειῶν τῆς Θουκυδίδου καὶ Περικλέους εἰς ἕνα περιστήσεται τὸ κράτος παρ' ὧι [II 10. 30] γένοιτο τὸ σημεῖον˙ τὸν δ' Ἀναξαγόραν τοῦ κρανίου διακοπέντος ἐπιδεῖξαι τὸν ἐγκέφαλον οὐ πεπληρωκότα τὴν βάσιν, ἀλλ' ὀξὺν ὥσπερ ὠιὸν ἐκ τοῦ παντὸς ἀγγείου συνωλισθηκότα κατὰ τὸν τόπον ἐκεῖνον, ὅθεν ἡ ῥίζα τοῦ κέρατος εἶχε τὴν ἀρχήν. καὶ τότε μὲν θαυμασθῆναι τὸν Ἀναξαγόραν ὑπὸ τῶν παρόντων, ὀλίγωι δ' ὕστερον τὸν Λάμπωνα τοῦ μὲν Θουκυδίδου καταλυθέντος [Frühj. 442], [II 10. 35 App.] τῶν δὲ τοῦ δήμου πραγμάτων ὁμαλῶς ἁπάντων ὑπὸ τῶι Περικλεῖ γενομένων.
59 A 17. PLUT. Pericl. 32 περὶ δὲ τοῦτον τὸν χρόνον [Anfang des peloponn. Kriegs] ... καὶ ψήφισμα Διοπείθης ἔγραψεν εἰσαγγέλλεσθαι τοὺς τὰ θεῖα μὴ νομίζοντας ἢ λόγους περὶ τῶν μεταρσίων διδάσκοντας ἀπερειδόμενος εἰς Περικλέα δι' Ἀναξαγόρου τὴν ὑπόνοιαν ... Ἀναξαγόραν δὲ φοβηθεὶς ἐξέπεμψεν ἐκ τῆς πόλεως. [II 10. 40] DIODOR. XII 39 [Archon Euthydemos 431; nach dem Prozeß des Pheidias, den er Ephoros nacherzählt XII 41, 1] πρὸς δὲ τούτοις Ἀναξαγόραν τὸν σοφιστὴν διδάσκαλον ὄντα Περικλέους ὡς ἀσεβοῦντα εἰς τοὺς θεοὺς ἐσυκοφάντουν. Vgl. A 1 II 6, 27.
59 A 18. PLUTH. Nic. 23 [II 11. 1 App.] ὁ γὰρ πρῶτος σαφέστατόν τε πάντων καὶ θαρραλεώτατον περὶ σελήνης καταυγασμῶν καὶ σκιᾶς λόγον εἰς γραφὴν καταθέμενος Ἀ. οὔτ' αὐτὸς ἦν παλαιὸς οὔτε ὁ λόγος ἔνδοξος ἀλλ' ἀπόρρητος ἔτι καὶ δι' ὀλίγων καὶ μετ' εὐλαβείας τινὸς ἢ πίστεως βαδίζων. οὐ γὰρ ἠνείχοντο τοὺς φυσικοὺς καὶ μετεωρολέσχας [II 11. 5 App.] τότε καλουμένους, ὡς εἰς αἰτίας ἀλόγους καὶ δυνάμεις ἀπρονοήτους καὶ κατηναγκασμένα πάθη διατρίβοντας τὸ θεῖον, ἀλλὰ καὶ Πρωταγόρας ἔφυγε καὶ Ἀναξαγόραν εἱρχθέντα μόλις περιεποιήσατο Περικλῆς. EUSEB. chron. arm. a. Abr. 1554 [Ol. 79, 3 = 462/1] sol defecit. Anaxagoras moritur (bei HIERON. a. Abr. 1557 = Ol. 80, 1 = 460/59).
59 A 19. IOSEPH. c. Ap. II 265 [II 11. 10 App.] Ἀ. δὲ Κλαζομένιος ἦν, ἀλλ' ὅτι νομιζόντων Ἀθηναίων τὸν ἥλιον εἶναι θεὸν ὅδ' αὐτὸν ἔφη μύλον εἶναι διάπυρον, θάνατον αὐτοῦ παρ' ὀλίγας ψήφους κατέγνωσαν. OLYMPIOD. in Meteor. p. 17, 19 Stüve μόνα δὲ τὰ ἄστρα πυρώδη εἰσίν, ὡς καὶ τὸν Ἀναξαγόραν μύδρον καλέσαι τὸν ἥλιον διὰ τὸ ἄμετρον τῆς πυρώσεως˙ μύδρος γάρ ἐστιν ὁ πεπυρακτωμένος σίδηρος. [II 11. 15] διὸ καὶ ὁ Ἀναξαγόρας ἐξωστρακίσθη ἐκ τῶν Ἀθηναίων ὡς τοιοῦτόν τι τολμήσας εἰπεῖν. ὕστερον δὲ ἀνεκλήθη διὰ τῆς Περικλέους ῥητορείας˙ ἀκροατὴς γὰρ ὢν ἔτυχεν ὁ Περικλῆς Ἀναξαγόρου.
59 A 20. PHILOD. Rhet.II 180 Sudh. fr. 7 Ἀναξα[γόραν δὲ μασ]τιγωθε[ί]ς τ[ις Κλέ]ων[ος?] πα[ῖ]ς ἐπεδείκνυεν τοῖς δικασταῖς καὶ Πυθαγόραι μὲν Κύλων ὁ [II 11. 20 App.] Κροτωνιάτης ἐπαγαγὼν [ἐγκλή]ματα τῆς πόλεως ἐξέβαλε, τοὺς δὲ μαθητὰς ἀθρόους ἐνέπρησε. Vgl. II 6, 28.
59 A 20 a. SCHOL. PIND. Ol. 1, 91 p. 38, 6 Dr. τὸν γὰρ Τάνταλον φυσιολόγον γενόμενον καὶ μύδρον ἀποφήναντα τὸν ἥλιον ἐπὶ τούτωι δίκας ὑποσχεῖν, ὥστε καὶ ἐπαιωρεῖσθαι αὐτῶι τὸν ἥλιον, ὑφ' οὗ δειματοῦσθαι καὶ καταπτήσσειν. περὶ δὲ [II 11. 25 App.] τοῦ ἡλίου οἱ φυσικοί φασιν ὡς λίθος καλεῖται ὁ ἥλιος, καὶ Ἀναξαγόρου δὲ γενόμενον τὸν Εὐριπίδην μαθητὴν πέτρον εἰρηκέναι τὸν ἥλιον διὰ τῶν προεκκειμένων˙ 'ὁ γὰρ μακάριος ... Τάνταλος κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον ἀέρι ποτᾶται καὶ τίνει ταύτην δίκην' [EURIP. Or. 4-7] καὶ πάλιν δι' ἄλλων βῶλον λέγοντα οὕτως˙ 'μόλοιμι τὰν οὐρανοῦ μέσον χθονὸς τεταμέναν αἰωρήμασι πέτραν ἁλύσεσι [II 11. 30 App.] χρυσέαις φερομέναν δίναισι βῶλον ἐξ Ὀλύμπου, ἵν' ἐν θρήνοισιν ἀναβοάσω γέροντι πατρὶ Ταντάλωι' [Or. 982ff. Vgl. d. SCHOL.: Ἀναξαγόρου δὲ μαθητὴς γενόμενος ὁ Εὐριπίδης μύδρον λέγει τὸν ἥλιον.].
59 A 20 b. THEOL. ARITHM. p. 6, 18 de Falco καὶ δὴ Εὐριπίδης ὡς Ἀναξαγόρου γενόμενος μαθητὴς οὕτω τῆς γῆς μέμνηται˙ 'ἑστίαν δέ σ' οἱ σοφοὶ βροτῶν [II 11. 35] νομίζουσιν (?)'. Vgl. EURIP. fr. 944 καὶ Γαῖα μῆτερ˙ Ἑστίαν δέ σ' οἱ σοφοὶ βροτῶν καλοῦσιν ἡμένην ἐν αἰθέρι.
59 A 20 c. Satyros hat im sechsten Buche seiner βίων ἀναγραφή, da wo er die Viten der drei Tragiker behandelte, daa Verhältnis des Euripides zu [II 12. 1 App.] Anaxagoras in gelehrter Ausdeutung des Dichters dialogisch dargestellt
und zahlreiche Stellen zitiert, die im Papyrus (Ox. P. IX n. 1176, Arnim Suppl. Eur. S. 3f.) nur teilweise kenntlich und lesbar sind: fr. 37 c. 1. 22 (p. 139) ἔπειτα δὲ τὸν Ἀναξαγόραν δαιμονίως 〈ἠγά〉σ〈ατο〉 φυσι ... Nach [II 12. 5 App.] Anführung des Peirithoos von Kritias 88 B 19 (als euripideisch) wird EURIP. fr. 912, fr. 37, c. 3, 9 zitiert: 'σοὶ τῶι πάντων μεδέοντι χλόην πέλανόν τε φέρω Ζεὺς εἴθ' Ἅιδης ὀνομάζηι' ἀκριβῶς ὅλως περιείληφεν τὸν Ἀναξαγόρειον διάκοσμον 〈ἔπεσι〉 τρισὶν περι〈ιών〉. καὶ ἄλληι γέ πηι διαπορεῖ, τί πότ' ἐστι τὸ προεστηκὸς τῶν οὐρανίων˙ 'Ζεὺς εἴτ' ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν' (vgl. 64 C 2). [II 12. 10 App.] Dann wird fr. 38, c. 1, 16 EURIP. fr. 913 angeführt: 〈ἐκε〉ῖ λέγει 'τίς ἀτιμόθεος καὶ παραδαίμων [?], ὃς τάδε λεύσσων οὐ προδιδάσκει ψυχὴν αὑτοῦ θεὸν ἡγεῖσθαι, μετεωρολόγων δ' ἑκὰς ἔρριψεν σκολιὰς ἀπάτας; ὧν τολμηρὰ γλῶσσ'εἰκοβολεῖ περὶ τῶν ἀφανῶν οὐδὲν γνώμης μετέχουσα'. Dann mit dem Lob des πόνος, Verachtung des πλοῦτος Übergang zu Euripides als Schüler des [II 12. 15 App.] Sokrates fr. 38 col. 2. 3. 4. fr. 39 col. 2.
59 A 21. GELL. XV 20 Alexander autem Aetolus hos de Euripide versus composuit [fr. 7 Anth. L. II 231 Diehl]:
ὁ δ' Ἀναξαγόρου τρόφιμος χαιοῦ στρυφνὸς μὲν ἔμοιγε προσειπεῖν
καὶ μισόγελως καὶ τωθάζειν οὐδὲ παρ' οἶνον μεμαθηκώς,
[II 12. 20 App.] ἀλλ' ὅ τι γράψαι, τοῦτ' ἂν μέλιτος καὶ Σειρήνων ἐτετεύχει.
AELIAN. V. H. VIII 13 Ἀναξαγόραν τὸν Κλαζομένιόν φασι μήτε γελῶντά ποτε ὀφθῆναι μήτε μειδιῶντα τὴν ἀρχήν.
59A 22. ATHEN. V 220 B ὁ δὲ 'Καλλίας' αὐτοῦ [Aesch. Socr. fr. 16 Krauss] περιέχει τὴν τοῦ Καλλίου πρὸς τὸν πατέρα διαφορὰν καὶ τὴν Προδίκου καὶ Ἀναξαγόρου [?] [II 12. 25] τῶν σοφιστῶν διαμώκησιν. λέγει γὰρ ὡς ὁ μὲν Πρόδικος Θηραμένην μαθητὴν ἀπετέλεσεν, ὁ δ' ἕτερος [näml. Anax.] Φιλόξενον τὸν Ἐρύξιδος καὶ Ἀριφράδην τὸν ἀδελφὸν Ἀριγνώτου τοῦ κιθαρωιδοῦ, θέλων ἀπὸ τῆς τῶν δηλωθέντων μοχθηρίας καὶ περὶ τὰ φαῦλα λιχνείας ἐμφανίσαι τὴν τῶν παιδευσάντων διδασκαλίαν.
59 A 23. ALCIDAM. bei ARISTOT. Rhet. B 23. 1398 b 15 καὶ Λαμψακηνοὶ Ἀναξαγόραν [II 12. 30 App.] ξένον ὄντα ἔθαψαν καὶ τιμῶσιν ἔτι καὶ νῦν.
59 A 24. AELIAN. V. H. VIII 19 (nach dem II 7, 24 angef Epigr.) ὅτι καὶ βωμὸς αὐτῶι ἵσταται καὶ ἐπιγέγραπται οἱ μὲν Νοῦ οἱ δὲ Ἀληθείας.
59 A 25. DIOG. II 46 [vgl. I 103, 10. 115, 34] καθά φησιν Ἀριστοτέλης ἐν τρίτωι Περὶ ποιητικῆς [fr. 75 Rose] ἐφιλονίκει ... Ἀναξαγόραι Σωσίβιος.
59 A 26. DIOG. X 12 [II 12. 35] μάλιστα δὲ ἀπεδέχετο [Epikur Epicurea p. 365, 16 Us. vgl. dessen Ind. S. 400] φησὶ Διοκλῆς, τῶν ἀρχαίων Ἀναξαγόραν, καίτοι ἔν τισιν ἀντειρηκὼς αὐτῶι, καὶ Ἀρχέλαον τὸν Σωκράτους διδάσκαλον.
59 A 27. Münzen von Klazomenai (Umschr. ΚΛΑΖΟΜΕΝΙΩΝ) zeigen wahrscheinlich Nachbildungen dort aufgestellter Statuen. 1. Typus (etwa um [II 12. 40] 100 v. Chr.) zeigt Anaxagoras linkshin sitzend auf einer Säulentrommel, [II 13. 1] die Rechte zum Lehren erhoben, die Linke auf dem Knie; 2. Typus (Kaiserzeit) rechtshin stehend, Oberkörper nackt, den linken Fuß auf Cippus gesetzt, die rechte Hand ausgestreckt hält den Globus, die linke ist in die Seite gestützt. Vgl. Poole Cat. of gr. coins of Ionia n. 101. 125 t. [II 13. 5 App.] VII 4. 9. Typus 1 als Vignette des III. Bandes.
POPHTHEGMATIK. Vgl. A 1 §§ 10. 13.
59 A 28. ARISTOT. metaph. Γ 5. 1009 b 25 [nach 28 B 16] Ἀναξαγόρου δὲ καὶ ἀπόφθεγμα μνημονεύεται πρὸς τῶν ἑταίρων τινάς, ὅτι τοιαῦτ' αὐτοῖς ἔσται τὰ ὄντα οἷα ἂν ὑπολάβωσιν.
59 A 29. CLEM. Strom. II 130 [II 184, 6 St.] [II 13. 10] Ἀναξαγόραν μὲν γὰρ τὸν Κλαζομένιον τὴν θεωρίαν φάναι τοῦ βίου τέλος εἶναι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν λέγουσιν.
59 A 30. ARISTOT. Eth. Nic. Z 7. 1141 b 3 διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μέν, φρονίμους δ' οὔ φασιν εἶναι, ὅταν ἴδωσιν ἀγνοοῦντας τὰ συμφέρονθ' ἑαυτοῖς, καὶ περιττὰ μὲν καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια εἰδέναι [II 13. 15] αὐτούς φασιν, ἄχρηστα δ' ὅτι οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν. ARISTOT. Eth. Nic. K 9. 1179a 13 ἔοικε δὲ καὶ Ἀ. οὐ πλούσιον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν εὐδαίμονα εἰπὼν ὅτι οὐκ ἂν θαυμάσειεν, εἴ τις ἄτοπος φανείη τοῖς πολλοῖς. Vgl. EUDEM. Eth. A 4. 1215 b 6. Eb. A 5. 1216a 11 τὸν μὲν οὖν Ἀναξαγόραν φασὶν ἀποκρίνασθαι πρός τινα διαποροῦντα τοιαῦτ' ἄττα καὶ διερωτῶντα, τίνος ἕνεκ' ἄν τις ἕλοιτο γενέσθαι [II 13. 20 App.] μᾶλλον ἢ μὴ γενέσθαι, 'τοῦ' φάναι 'θεωρῆσαι τὸν οὐρανὸν καὶ τὴν περὶ τὸν ὅλον κόσμον τάξιν'. Vgl. II 5, 15ff. Danach EURIP. fr. 910 ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ' εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ' ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρων, † πῆ τε συνέστη χὤπηι χὤπως. τοῖς δὲ τοιούτοις οὐδέποτ' αἰσχρῶν ἔργων μελέδημα προσίζει.
59 A 31. VAL. MAX. VIII 7 ext. 6 [II 13. 25] quali porro studio Anaxagoram flagrasse credimus? qui cum e diutina peregrinatione patriam repetisset possessiones - "que desertas vidisset, non essem, inquit, ego salvus, nisi istae perissent". vocem petitae sapientiae compotem! nam si praediorum potius quam ingenii culturae vacasset, dominus rei familiaris intra penates mansisset, non tantus [II 13. 30] A. ad eos redisset.
59 A 32. PLUT. Pericl. 16 καὶ μέντοι γε τὸν Ἀναξαγόραν αὐτὸν λέγουσιν ἀσχολουμένου Περικλέους ἀμελούμενον κεῖσθαι συγκεκαλυμμένον ἤδη γηραιὸν ἀποκαρτεροῦντα: προσπεσόντος δὲ τῶι Περικλεῖ τοῦ πράγματος ἐκπλαγέντα θεῖν εὐθὺς ἐπὶ τὸν ἄνδρα καὶ δεῖσθαι πᾶσαν δέησιν ὀλοφυρόμενον οὐκ ἐκεῖνον, ἀλλ' ἑαυτόν, εἰ [II 13. 35 App.] τοιοῦτον ἀπολεῖ τῆς πολιτείας σύμβουλον. ἐκκαλυψάμενον οὖν τὸν Ἀναξαγόραν εἰπεῖν πρὸς αὐτόν: 'ὦ Περίκλεις, καὶ οἱ τοῦ λύχνου χρείαν ἔχοντες ἔλαιον ἐπιχέουσιν'.
59 A 33. GALEN. de plac. Hipp. et Plat. IV 7 p. 392f. Müller [aus Poseidonios; vgl. 21 A 1 (I 114, 10)] διὸ καὶ 'προενδημεῖν' φησι τοῖς πράγμασι μήπω τε παροῦσιν οἷον παροῦσι χρῆσθαι. βούλεται δὲ τὸ 'προενδημεῖν' ῥῆμα τῶι Ποσειδωνίωι [II 14. 1] τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρὰ ἑαυτῶι τὸ μέλλον γενήσεσθαι καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα τινὸς ἀναγγείλαντος αὐτῶι τεθνάναι τὸν υἱὸν εὖ μάλα καθεστηκότως εἶπεν 'ἤιδειν θνητὸν γεννήσας' [II 14. 5 App.] καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα [fr. 964]˙
ἐγὼ δὲ παρὰ σοφοῦ τινος μαθὼν
εἰς φροντίδ' ἀεὶ συμφορὰς ἐβαλλόμην
φυγάς τ' ἐμαυτῶι προστιθεὶς πάτρας ἐμῆς
θανάτους τ' ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,
[II 14. 10 App.] ἵν', εἴ τι πάσχοιμ' ὧν ἐδόξαζον φρενί,
μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι.
Vgl. Alkestis [438 aufgefürt] 903 Chor: ἐμοί τις ἦν ἐν γένει ὧι κόρος ἀξιόθρηνος ὤλετ' ἐν δόμοισιν μονόπαις˙ ἀλλ' ἔμπας ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν, πολιὰς ἐπὶ χαίτας ἤδη προπετὴς ὣν βιότου τε πόρσω. Vgl. A I II 7, 6ff.
59 A 34. STOB. Flor. IV 52b, 39 [II 14. 15] Ἀ. δύο ἔλεγε διδασκαλίας εἶναι θανάτου, τόν τε πρὸ τοῦ γενέσθαι χρόνον καὶ τὸν ὕπνον.
59 A 34 a. CIC. Tusc. I 43, 104 praeclare A qui cum Lampsaci moreretur, quaerentibus amicis velletne Clazomenas in patriam, si quid accidisset, auferri: 'nihil necesse est' inquit; 'undique enim ad inferos tantundem viae [II 14. 20] est'. Vgl. II 6, 18.
SCHRIFT
Vgl. A 1 § 6.
59 A 35. PLAT. Apol. 26 D - G Ὦ θαυμάσιε Μέλητε, ἵνα τί ταῦτα λέγεις; οὐδὲ ἥλιον οὐδὲ σελήνην ἄρα νομίζω θεοὺς εἶναι, ὥσπερ οἱ ἄλλοι ἄνθρωποι; - Μὰ Δί', ὦ ἄνδρες δικασταί, / ἐπεὶ τὸν μὲν ἥλιον λίθον φησὶν εἶναι, τὴν δὲ σελήνην γῆν. - Ἀναξαγόρου οἴει κατηγορεῖν,G ὦ φίλε Μέλητε; καὶ οὕτω καταφρονεῖς τῶνδε / καὶ οἴει αὐτοὺς ἀπείρους γραμμάτων εἶναι, ὥστε οὐκ εἰδέναι, ὅτι τὰ Ἀναξαγόρου βιβλία τοῦ Κλαζομενίου γέμει τούτων τῶν λόγων; καὶ δὴ καὶ οἱ νέοι ταῦτα παρ' ἐμοῦ μανθάνουσιν ἃ ἔξεστιν ἐνίοτε, εἰ πάνυ πολλοῦ, δραχμῆς ἐκ τῆς ὀρχήστρας πριαμένους Σωκράτους καταγελᾶν, ἐὰν προσποιῆται ἑαυτοῦ εἶναι.
59 A 36. CLEM. Strom. I 78 [II 50, 26 St.] ναὶ μὴν ὀψέ ποτε εἰς Ἕλληνας ἡ τῶν λόγων παρῆλθε διδασκαλία τε καὶ γραφή. Ἀλκμαίων γοῦν κτλ. [I 211, 1], οἱ δὲ [II 14. 30 App.] Ἀναξαγόραν Ἡγησιβούλου Κλαζομένιον πρῶτον διὰ γραφῆς ἐκδοῦναι βιβλίον ἱστοροῦσιν [s. II 6, 23, anders 11, 2].
59 A 37. DIOG. I 16 οἱ δὲ ἀνὰ ἓν σύγγραμμα Μέλισσος, Παρμενίδης, Ἀ
59 A 38. PLUT. de exil. 17 p. 607 F ἀλλ' Ἀ. μὲν ἐν τῶι δεσμωτηρίωι τὸν τοῦ κύκλου τετραγωνισμὸν ἔγραφε. Vgl. c. 42, 2. 3 I 395, 25ff.
Anaxagoras of Clazomenae - B: Extant Original Fragments
B. FRAGMENTE
[II 32. 5]
ΑΝΑΞΑΓΟΡΟΥ ΠΕΡΙ ΦΥΣΕΩΣ ᾹΒ̅ [Γ̅ ?]
59 B 1. [1 Schaubach]. SIMPL. Phys. 155, 23 Ἀ. ἐξ ἑνὸς μίγματος ἄπειρα τῶι πλήθει ὁμοιομερῆ ἀποκρίνεσθαί φησιν πάντων μὲν ἐν παντὶ ἐνόντων, ἑκάστου δὲ κατὰ τὸ ἐπικρατοῦν χαρακτηριζομένου, [II 32. 10 App.] δηλοῖ διὰ τοῦ πρώτου τῶν Φυσικῶν λέγων ἀπ' ἀρχῆς˙
'ὁμοῦ πάντα χρήματα ἦν, ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα˙ καὶ γὰρ τὸ σμικρὸν ἄπειρον ἦν. καὶ πάντων ὁμοῦ ἐόντων οὐδὲν ἔνδηλον ἦν ὑπὸ σμικρότητος˙ πάντα γὰρ ἀήρ τε καὶ αἰθὴρ κατεῖχεν, ἀμφότερα ἄπειρα [II 32. 15] ἐόντα˙ ταῦτα γὰρ μέγιστα ἔνεστιν ἐν τοῖς σύμπασι καὶ πλήθει καὶ μεγέθει'. Vgl. A 60-61 II 21, 11ff.
59 B 2. [II 33. 1] [2]. SIMPL. Phys. 155, 30 [nach B 1] καὶ μετ' ὀλίγον˙ 'καὶ γὰρ ἀήρ τε καὶ αἰθὴρ ἀποκρίνονται ἀπὸ τοῦ πολλοῦ τοῦ περιέχοντος, καὶ τό γε περιέχον ἄπειρόν ἐστι τὸ πλῆθος'.
59 B 3. [5] SIMPL. Phys. 164, 16 καὶ ὅτι οὔτε τὸ ἐλάχιστόν ἐστιν ἐν ταῖς ἀρχαῖς οὔτε τὸ [II 33. 5] μέγιστον, 'οὔτε γὰρ τοῦ σμικροῦ, φησίν, ἐστὶ ... σμικρόν' [vgl. 166, 15]. εἰ γὰρ πᾶν ἐν παντὶ καὶ πᾶν ἐκ παντὸς ἐκκρίνεται, καὶ ἀπὸ τοῦ ἐλαχίστου δοκοῦντος ἐκκριθήσεταί τι ἔλασσον ἐκείνου, καὶ τὸ μέγιστον δοκοῦν ἀπό τινος ἐξεκρίθη ἑαυτοῦ μείζονος [vgl. 461, 7]. λέγει δὲ σαφῶς ὅτι 'ἐν παντὶ ... ἔνι' [B 11 II 37, 12]. καὶ πάλιν ὅτι 'τὰ μὲν ἄλλα ... οὐδενί' [B 12 II 37, 18]. καὶ [II 33. 10] ἀλλαχοῦ δὲ οὕτως φησί˙ 'καὶ ὅτε ... ἐλάσσοσι' [B 6]. καὶ τοῦτο δὲ ὁ Ἀ. ἀξιοῖ τὸ ἕκαστον τῶν αἰσθητῶν ὁμοιομερῶν κατὰ τὴν τῶν ὁμοίων σύνθεσιν γίνεσθαί τε καὶ χαρακτηρίζεσθαι. λέγει γάρ˙ 'ἀλλ' ὅτωι ... καὶ ἦν' [B 12 II 39, 6].
οὔτε γὰρ τοῦ σμικροῦ ἐστι τό γε ἐλάχιστον, ἀλλ' [II 33. 15 App.] ἔλασσον ἀεί (τὸ γὰρ ἐὸν οὐκ ἔστι τὸ μὴ οὐκ εἶναι) - ἀλλὰ καὶ τοῦ μεγάλου ἀεί ἐστι μεῖζον. καὶ ἴσον ἐστὶ τῶι σμικρῶι πλῆθος, πρὸς ἑαυτὸ δὲ ἕκαστόν ἐστι καὶ μέγα καὶ σμικρόν.
59 B 4. [ 3. 10. 4] SIMPL. Phys. 34, 28 λέγει γὰρ μετ' ὀλίγα τῆς ἀρχῆς τοῦ πρώτου [II 33. 20] Περὶ φύσεως Ἀ. οὕτως˙ 'τούτων . . . ἄλληι'. καὶ δόξει μὲν ἴσως τισὶν οὐ πρὸς νοερὰν διάκρισιν τὴν ἐν τῆι γενέσει παραβάλλειν, ἀλλὰ πρὸς τόπους ἄλλους τῆς γῆς τὴν παρ' ἡμῖν συγκρίνειν οἴκησιν. οὐκ ἂν δὲ εἶπε περὶ τόπων ἄλλων καὶ 'ἥλιον . . . ἡμῖν' καὶ 'σπέρματα . . . ἰδέας' ἐκάλεσε τὰ ἐκεῖ. SIMPL. Phys. 156, 1 καὶ μετ' ὀλίγα [nach B 2]˙ 'τούτων . . . ἡδονάς. πρὶν δὲ ἀποκριθῆναι, φησί, πάντων [II 33. 25] . . . ἑτέρωι'. SIMPL. Phys. 34, 21 πρὶν δὲ ἀποκριθῆναι ταῦτα πάντων . . . χρήματα [ohne οὐδὲ . . . ἑτέρωι II 35, 2 !] SIMPL. Phys. 157, 9 καὶ μέντοι εἰπὼν 'ἐνεῖναι πολλά . . . ἡδονάς, καὶ ἀνθρώπους γε συμπαγῆναι καὶ τὰ ἄλλα ζῶια ὅσα ψυχὴν ἔχει', ἐπάγει 'καὶ τοῖς γε ἀνθρώποισιν . . . χρῶνται'. καὶ ὅτι μὲν ἑτέραν τινὰ διακόσμησιν παρὰ τὴν παρ' ἡμῖν αἰνίττεται, δηλοῖ τὸ 'ὥσπερ [ΙΙ 33. 30] παρ' ἡμῖν' οὐχ ἅπαξ μόνον εἰρημένον. ὅτι δὲ οὐδὲ αἰσθητὴν μὲν ἐκείνην οἴεται, τῶι χρόνωι δὲ ταύτης προηγησαμένην, δηλοῖ τὸ 'ὧν ἐκεῖνοι τὰ ὀνήιστα συνενεικάμενοι εἰς τὴν οἴκησιν χρῶνται'. οὐ γὰρ ἐχρῶντο εἶπεν, ἀλλὰ χρῶνται. ἀλλ' οὐδὲ ὡς νῦν κατ' ἄλλας τινὰς οἰκήσεις ὁμοίας οὔσης καταστάσεως [II 34. 1] τῆι παρ' ἡμῖν. οὐ γὰρ εἶπε 'τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι καὶ παρ' ἐκείνοις ὥσπερ καὶ παρ' ἡμῖν', ἀλλ' 'ἥλιον καὶ σελήνην, ὥσπερ παρ' ἡμῖν', ὡς δὴ περὶ ἄλλων λέγων. ἀλλὰ ταῦτα μὲν εἴτε οὕτως εἴτε ἄλλως ἔχει, ζητεῖν ἄξιον.
[II 34. 5 App.] τούτων δὲ οὕτως ἐχόντων χρὴ δοκεῖν ἐνεῖναι πολλά τε καὶ παντοῖα ἐν πᾶσι τοῖς συγκρινομένοις καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ χροιὰς καὶ ἡδονάς. καὶ ἀνθρώπους τε συμπαγῆναι καὶ τὰ ἄλλα ζῶια ὅσα ψυχὴν ἔχει. καὶ τοῖς γε ἀνθρώποισιν [ΙΙ 34. 10 App.] εἶναι καὶ πόλεις συνωικημένας καὶ ἔργα κατεσκευασμένα, ὥσπερ παρ' ἡμῖν, καὶ ἠέλιόν τε αὐτοῖσιν εἶναι καὶ σελήνην καὶ τὰ ἄλλα, ὥσπερ παρ' ἡμῖν, καὶ τὴν γῆν αὐτοῖσι φύειν πολλά τε καὶ παντοῖα, ὧν ἐκεῖνοι τὰ ὀνήιστα συνενεγκάμενοι εἰς τὴν οἴκησιν χρῶνται. ταῦτα μὲν οὖν [II 34. 15 App.] μοι λέλεκται περὶ τῆς ἀποκρίσιος, ὅτι οὐκ ἂν παρ' ἡμῖν μόνον ἀποκριθείη, ἀλλὰ καὶ ἄλληι.
πρὶν δὲ ἀποκριθῆναι ταῦτα πάντων ὁμοῦ ἐόντων οὐδὲ χροιὴ ἔνδηλος ἦν οὐδεμία˙ ἀπεκώλυε γὰρ ἡ σύμμιξις πάντων χρημάτων, τοῦ τε διεροῦ καὶ τοῦ ξηροῦ καὶ [II 34. 20] τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τοῦ λαμπροῦ καὶ τοῦ [ΙΙ 35. 1 App.] ζοφερου, καὶ γῆς πολλῆς ἐνεούσης καὶ σπερμάτων ἀπείρων πλῆθος οὐδὲν ἐοικότων ἀλλήλοις. οὐδὲ γὰρ τῶν ἄλλων οὐδὲν ἔοικε τὸ ἕτερον τῶι ἑτέρωι. τούτων δὲ οὕτως ἐχόντων ἐν τῶι σύμπαντι χρὴ δοκεῖν ἐνεῖναι [II 35. 5 App.] πάντα χρήματα.
59 B 5. [14] SIMPL. Phys. 156, 9 [nach B 4] ὅτι δὲ οὐδὲ γίνεται οὐδὲ φθείρεταί τι τῶν ὁμοιομερῶν, ἀλλ' ἀεὶ τὰ αὐτά ἐστι, δηλοῖ λέγων˙ 'τούτων δὲ οὕτω διακεκριμένων γινώσκειν χρή, ὅτι πάντα οὐδὲν ἐλάσσω ἐστὶν οὐδὲ πλείω (οὐ γὰρ ἀνυστὸν [ΙΙ 35. 10] πάντων πλείω εἶναι), ἀλλὰ πάντα ἴσα ἀεί'. ταῦτα μὲν οὖν περὶ τοῦ μίγματος καὶ τῶν ὁμοιομερειῶν.
59 B 6. [12] SIMPL. Phys. 164, 25 [nach B 12] καὶ ἀλλαχοῦ δὲ οὕτως φησί˙ καὶ ὅτε δὲ ἴσαι μοῖραί εἰσι τοῦ τε μεγάλου καὶ τοῦ σμικροῦ πλῆθος, καὶ οὕτως ἂν εἴη ἐν παντὶ [II 35. 15 App.] πάντα˙ οὐδὲ χωρὶς ἔστιν εἶναι, ἀλλὰ πάντα παντὸς μοῖραν μετέχει. ὅτε τοὐλάχιστον μὴ ἔστιν εἶναι, οὐκ ἂν δύναιτο χωρισθῆναι, οὐδ' ἂν ἐφ' ἑαυτοῦ γενέσθαι, ἀλλ' ὅπωσπερ ἀρχὴν εἶναι καὶ νῦν πάντα ὁμοῦ. ἐν πᾶσι δὲ πολλὰ ἔνεστι καὶ τῶν ἀποκρινομένων ἴσα πλῆθος ἐν [II 35. 20] τοῖς μείζοσί τε καὶ ἐλάσσοσι.
59 B 7. [0] SIMPL. de caelo 608, 23 [II 36. 1 App.] (nach 'ὁμοῦ ... σμικρότητος' [B 1] καὶ ὅτι 'ἐν σύμπαντι ... χρήματα' [B 4 Ende]). μήποτε δὲ τὸ ἄπειρον ὡς ἡμῖν ἀπερίληπτον καὶ ἄγνωστον λέγει˙ τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ 'ὥστε τῶν ἀποκρινομένων μὴ εἰδέναι τὸ [ΙΙ 36. 5 App.] πλῆθος μήτε λόγωι μήτε ἔργωι'. ἐπεὶ ὅτι τῶι εἴδει πεπερασμένα ὤιετο, δηλοῖ λέγων πάντα γιγνώσκειν τὸν νοῦν˙ καίτοι, εἰ ἄπειρα ὄντως ἦν, παντελῶς ἦν ἄγνωστα˙ ἡ γὰρ γνῶσις ὁρίζει καὶ περατοῖ τὸ γνωσθέν. λέγει δὲ ὅτι 'καὶ τὰ συμμ. ... ὁποῖα ἦν' [B 12 II 38, 8].
59 B 8. [11] SIMPL. Phys. 175, 11 [II 36. 10] εἰπόντος τοῦ Ἀναξαγόρου 'οὐδὲ διακρίνεται ... ἑτέρου' [B 12 II 39, 2] διὰ τὸ πάντα ἐν πᾶσιν εἶναι, καὶ ἀλλαχοῦ 'οὐδὲ ἀποκέκοπται ... θερμοῦ'. SIMPL. Phys. 176, 28 τὸ δὲ ὅτι οὐ κεχώρισται... πελέκει, ὡς ἐν ἄλλοις φησίν. οὐ κεχώρισται ἀλλήλων τὰ ἐν τῶι ἑνὶ κόσμωι οὐδὲ [II 36. 15] ἀποκέκοπται πελέκει οὔτε τὸ θερμὸν ἀπὸ τοῦ ψυχροῦ οὔτε τὸ ψυχρὸν ἀπὸ τοῦ θερμοῦ.
59 B 9. [21] SIMPL. Phys. 35, 13 [nach B 4] ἄκουσον δὲ οἷα καὶ μετ' ὀλίγον φησὶ τὴν ἀμφοῖν [nämlich der einheitlichen und der auseinander getretenen Welt] ποιούμενος σύγκρισιν˙ ... οὕτω τούτων [II 36. 20] περιχωρούντων τε καὶ ἀποκρινομένων ὑπὸ βίης τε καὶ ταχυτῆτος. βίην δὲ ἡ ταχυτὴς ποιεῖ. ἡ δὲ ταχυτὴς αὐτῶν οὐδενὶ ἔοικε χρήματι τὴν ταχυτῆτα τῶν νῦν ἐόντων χρημάτων ἐν ἀνθρώποις, ἀλλὰ πάντως πολλαπλασίως ταχύ ἐστι'.
59 B 10. [0] SCHOL. IN GREGOR. XXXVI 911 Migne [II 36. 25 App.] ὁ δὲ Ἀ. παλαιὸν [II 37. 1] εὑρὼν δόγμα ὅτι οὐδὲν ἐκ τοῦ μηδαμῆι γίνεται, γένεσιν μὲν ἀνήιρει, διάκρισιν δὲ εἰσῆγεν ἀντὶ γενέσεως. ἐλήρει γὰρ ἀλλήλοις μὲν μεμῖχθαι πάντα, διακρίνεσθαι δὲ αὐξανόμενα. καὶ γὰρ ἐν τῆι αὐτῆι γονῆι καὶ τρίχας εἶναι καὶ ὄνυχας καὶ φλέβας καὶ ἀρτηρίας καὶ νεῦρα καὶ [II 37. 5] ὀστᾶ καὶ τυγχάνειν μὲν ἀφανῆ διὰ μικρομέρειαν, αὐξανόμενα δὲ κατὰ μικρὸν διακρίνεσθαι. 'πῶς γὰρ ἄν, φησίν, ἐκ μὴ τριχὸς γένοιτο θρὶξ καὶ σὰρξ ἐκ μὴ σαρκός'; οὐ μόνον δὲ τῶν σωμάτων ἀλλὰ καὶ τῶν χρωμάτων ταῦτα κατηγόρει. καὶ γὰρ ἐνεῖναι τῶι λευκῶι τὸ μέλαν καὶ τὸ λευκὸν τῶι μέλανι. τὸ αὐτὸ δὲ ἐπὶ τῶν [II 37. 10 App.] ῥοπῶν ἐτίθει, τῶι βαρεῖ τὸ κοῦφον σύμμικτον εἶναι δοξάζων καὶ τοῦτο αὖθις ἐκείνωι. Vgl. SIMPL. Phys. 460, 16.
59 B 11. [7. 15] SIMPL. Phys. 164, 22 λέγει δὲ σαφῶς, ὅτι 'ἐν παντὶ παντὸς μοῖρα ἔνεστι πλὴν νοῦ, ἔστιν οἷσι δὲ καὶ νοῦς ἔνι'.
59 B 12. [8. 9. 13] SIMPL. Phys. 164, 24 [nach B 11] [II 37. 15 App.] καὶ πάλιν ὅτι 'τὰ μὲν ἄλλα ... μέμικται οὐδενί'. SIMPL. Phys. 156, 13 [nach B 5] περὶ δὲ τοῦ νοῦ τάδε γέγραφε˙ 'νοῦς δέ ἐστιν . . . ἐστι καὶ ἦν'. Vgl. 176, 32.
τὰ μὲν ἄλλα παντὸς μοῖραν μετέχει, νοῦς δέ ἐστιν ἄπειρον καὶ αὐτοκρατὲς καὶ μέμεικται οὐδενὶ χρήματι, [II 37. 20 App.] ἀλλὰ μόνος αὐτὸς ἐπ' ἐωυτοῦ ἐστιν. εἰ μὴ γὰρ ἐφ' ἑαυτοῦ ἦν, ἀλλά τεωι ἐμέμεικτο ἄλλωι, μετεῖχεν ἂν ἁπάντων χρημάτων, εἰ ἐμέμεικτό τεωι˙ ἐν παντὶ γὰρ παντὸς μοῖρα ἔνεστιν, ὥσπερ ἐν τοῖς πρόσθεν [B 11] μοι λέλεκται˙ καὶ ἂν ἐκώλυεν αὐτὸν τὰ συμμεμειγμένα, ὥστε μηδενὸς χρήματος [II 38. 1 App.] κρατεῖν ὁμοίως ὡς καὶ μόνον ἐόντα ἐφ' ἑαυτοῦ. ἔστι γὰρ λεπτότατόν τε πάντων χρημάτων καὶ καθαρώτατον, καὶ γνώμην γε περὶ παντὸς πᾶσαν ἴσχει καὶ ἰσχύει μέγιστον˙ καὶ ὅσα γε ψυχὴν ἔχει καὶ τὰ μείζω καὶ τὰ ἐλάσσω, [II 38. 5 App.] πάντων νοῦς κρατεῖ. καὶ τῆς περιχωρήσιος τῆς συμπάσης νοῦς ἐκράτησεν, ὥστε περιχωρῆσαι τὴν ἀρχήν. καὶ πρῶτον ἀπό του σμικροῦ ἤρξατο περιχωρεῖν, ἐπὶ δὲ πλέον περιχωρεῖ, καὶ περιχωρήσει ἐπὶ πλέον. καὶ τὰ συμμισγόμενά τε καὶ ἀποκρινόμενα καὶ διακρινόμενα πάντα ἔγνω [II 38. 10 App.] νοῦς. καὶ ὁποῖα ἔμελλεν ἔσεσθαι καὶ ὁποῖα ἦν, ἅσσα νῦν μὴ ἔστι, καὶ ὅσα νῦν ἐστι καὶ ὁποῖα ἔσται, πάντα διεκόσμησε νοῦς, καὶ τὴν περιχώρησιν ταύτην, ἣν νῦν περιχωρέει τά τε ἄστρα καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ὁ ἀὴρ καὶ ὁ αἰθὴρ οἱ ἀποκρινόμενοι. ἡ δὲ περιχώρησις αὐτὴ [II 38. 15] ἐποίησεν ἀποκρίνεσθαι. καὶ ἀποκρίνεται ἀπό τε τοῦ ἀραιοῦ τὸ πυκνὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ θερμὸν καὶ [ΙΙ 39. 1] ἀπὸ τοῦ ζοφεροῦ τὸ λαμπρὸν καὶ ἀπὸ τοῦ διεροῦ τὸ ξηρόν. μοῖραι δὲ πολλαὶ πολλῶν εἰσι. παντάπασι δὲ οὐδὲν ἀποκρίνεται οὐδὲ διακρίνεται ἕτερον ἀπὸ τοῦ ἑτέρου πλὴν νοῦ. νοῦς δὲ πᾶς ὅμοιός ἐστι καὶ ὁ μείζων [ΙΙ 39. 5 App.] καὶ ὁ ἐλάττων. ἕτερον δὲ οὐδέν ἐστιν ὅμοιον οὐδενί, ἀλλ' ὅτων πλεῖστα ἔνι, ταῦτα ἐνδηλότατα ἓν ἕκαστόν ἐστι καὶ ἦν.
59 B 13. [18] SIMPL. Phys. 300, 27 ' Ἀναξαγόρου δέ, φησὶν Ἀλέξανδρος, οὐκ ἐμνημόνευσε [Arist. Phys. B 2. p. 194 a 20] καίτοι τὸν νοῦν ἐν ταῖς [II 39. 10] ἀρχαῖς τιθέντος, ἴσως, φησίν, ὅτι μὴ προσχρῆται αὐτῶι ἐν τῆι γενέσει'. ἀλλ' ὅτι μὲν προσχρῆται, δῆλον, εἴπερ τὴν γένεσιν οὐδὲν ἄλλο ἢ ἔκκρισιν εἶναί φησι, τὴν δὲ ἔκκρισιν ὑπὸ τῆς κινήσεως γίνεσθαι, τῆς δὲ κινήσεως αἴτιον εἶναι τὸν νοῦν. λέγει γὰρ οὕτως Ἀ.˙ 'καὶ ἐπεὶ ἤρξατο ὁ νοῦς κινεῖν, ἀπὸ τοῦ κινουμένου παντὸς [ΙΙ 39. 15 App.] ἀπεκρίνετο, καὶ ὅσον ἐκίνησεν ὁ νοῦς, πᾶν τοῦτο διεκρίθη˙ κινουμένων δὲ καὶ διακρινομένων ἡ περιχώρησις πολλῶι μᾶλλον ἐποίει διακρίνεσθαι'.
59 B 14. [23] SIMPL. Phys. 157, 5 ὅτι δὲ διττήν τινα διακόσμησιν ὑποτίθεται, τὴν μὲν νοεράν, τὴν δὲ αἰσθητὴν ἀπ' ἐκείνης 〈γεγονυῖαν〉, [II 39. 20 App.] δῆλον μὲν καὶ ἐκ τῶν εἰρημένων [B 12], δῆλον δὲ καὶ ἐκ τῶνδε˙ 'ὁ δὲ νοῦς, ὃς ἀεί ἐστι, τὸ κάρτα καὶ νῦν ἐστιν ἵνα [II 40. 1 App.] καὶ τὰ ἄλλα πάντα, ἐν τῶι πολλῶι περιέχοντι καὶ ἐν τοῖς προσκριθεῖσι καὶ ἐν τοῖς ἀποκεκριμένοις'.
59 B 15. [19] SIMPL. Phys. 179, 3 [nach B 12] καὶ μετ' ὀλίγα δέ˙ 'τὸ μὲν π. φησί, καὶ ... αἰθέρος'. Vgl. Hipp. oben II, 16, 5ff. [II 40. 5 App.] τὸ μὲν πυκνὸν καὶ διερὸν καὶ ψυχρὸν καὶ τὸ ζοφερὸν ἐνθάδε συνεχώρησεν, ἔνθα νῦν 〈ἡ γῆ〉 , τὸ δὲ ἀραιὸν καὶ τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐξεχώρησεν εἰς τὸ πρόσω τοῦ αἰθέρος.
59 B 16. [20] SIMPL. Phys. 179, 6 [nach B 15] καὶ τὰ μὲν ἀρχοειδῆ ταῦτα καὶ ἁπλούστατα [II 40. 10 App.] ἀποκρίνεσθαι λέγει, ἄλλα δὲ τούτων συνθετώτερα ποτὲ μὲν συμπήγνυσθαι λέγει ὡς σύνθετα [?], ποτὲ δὲ ἀποκρίνεσθαι ὡς τὴν γῆν. οὕτως γάρ φησιν˙ 'ἀπὸ ... ψυχροῦ'. SIMPL. Phys. 155, 21 λέγει γοῦν Ἀ. ἐν τῶι πρώτωι τῶν Φυσικῶν˙ 'ἐκ μὲν ... ὕδατος'
. ἀπὸ τουτέων ἀποκρινομένων συμπήγνυται γῆ˙ ἐκ μὲν [II 40. 15 App.] γὰρ τῶν νεφελῶν ὕδωρ ἀποκρίνεται, ἐκ δὲ τοῦ ὕδατος γῆ, ἐκ δὲ τῆς γῆς λίθοι συμπήγνυνται ὑπὸ τοῦ ψυχροῦ, οὗτοι δὲ ἐκχωρέουσι μᾶλλον τοῦ ὕδατος.
59 B 17. [22] SIMPL. Phys. 163, 18 σαφῶς δὲ Ἀ. ἐν τῶι πρώτωι τῶν Φυσικῶν τὸ γίνεσθαι καὶ ἀπόλλυσθαι συγκρίνεσθαι καὶ διακρίνεσθαι [II 40. 20 App.] λέγει γράφων οὕτως˙ 'τὸ δὲ γίνεσθαι καὶ ἀπόλλυσθαι οὐκ ὀρθῶς νομίζουσιν οἱ Ἕλληνες˙ οὐδὲν γὰρ χρῆμα γινεται [ΙΙ 41. 1] οὐδὲ ἀπόλλυται, ἀλλ' ἀπὸ ἐόντων χρημάτων συμμίσγεταί τε καὶ διακρίνεται. καὶ οὕτως ἂν ὀρθῶς καλοῖεν τό τε γίνεσθαι συμμίσγεσθαι καὶ τὸ ἀπόλλυσθαι διακρίνεσθαι'.
59 B 18. [0] PLUT. de fac. in orb. lun. 16 p. 929 B [II 41. 5 App.] ὁ μὲν οὖν ἑταῖρος ἐν τῆι διατριβῆι τοῦτο δὴ τὸ Ἀναξαγόρειον ἀποδεικνύς, ὡς 'ἥλιος ἐντίθησι τῆι σελήνηι τὸ λαμπρόν', εὐδοκίμησεν.
59 B 19. [0] SCHOL. HOM. BT zu Ρ 547 Ἀ. δέ φησιν˙ ' Ἶριν δὲ καλέομεν τὸ ἐν τῆισιν νεφέληισιν ἀντιλάμπον τῶι ἡλίωι. [ΙΙ 41. 10 App.] χειμῶνος οὖν ἐστι σύμβολον˙ τὸ γὰρ περιχεόμενον ὕδωρ τῶι νέφει ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὄμβρον'.
59 B 20. [0] GALEN. in Hippocr. de aër. aqu. loc. VI 202 ed. Chartier [W. SCHULTZ, Archiv. f. Gesch. d. Phil. 24 (1911) 325 ff.]. Und alle Menschen sagen, daß die Sonne aufgehe am Morgen und untergehe [II 41. 15] am Abend. Was nun die Aufgänge betrifft, so kennen die Astronomen dieselben und haben von ihnen ein allgemeines Erkennen. Und zwar wenn ein Stern nicht erscheint am Anfange von den 20 Tagen oder am Himmel ist bei Untergang des Sonnenlichtes, oder nach der Art dessen, was vom Monde während der Konjunktion [II 41. 20 App.] gilt: siehe, alles, was von ihnen erscheint, und sich entfernt vom Horizonte, wird genannt Erscheinen und Aufgang. Und Vieles sprach darüber ANSAROS (םןךאםנא = Anaxagoras ?), der Weise. Wenn der יךןכ (das Plejadengestirn ?) aufgeht, beginnt der Mensch die Ernte; wenn er untergeht, beginnt er mit dem Pflügen und Eggen. Er sagte auch, daß der [II 42. 1 App.] יךעש; (das Plejadengestirn) vierzig Tage und vierzig Nächte verborgen [II 42. 5] bleibe. Und er bleibt verborgen, wie er von ihr (der Pleias ?) behauptete, lediglich in diesen vierzig Tagen. Dann aber wird er nachts sichtbar, und bisweilen wird er bei Sonnenuntergang sichtbar, und bisweilen wird er um zwei oder drei Stunden nach dem [II 42. 10] Untergang sichtbar. Er wird aber erst nach der Tag- und Nachtgleiche, die wir erwähnten, sichtbar. Wenn aber die Sonne untergeht und die Nacht verhüllt wird, erscheint sie (die Pleias) in deutlicher Sichtbarkeit, während sie den ganzen Tag vom westlichen Horizonte [II 42. 15] verborgen gehalten wird. Wenn die Gleiche von Nacht und Tag vorüber ist, wird er (das Pl.-Gestirn) im Frühling in schwacher Sichtbarkeit erscheinen. Dann senkt er (wie oben) sich und ist in keiner Weise sichtbar; denn sie (die Pleias) geht gleichzeitig mit Sonnenuntergang [II 42. 20] unter, bevor die Nacht zu vollkommener Finsternis gelangt ist. Sie wird aber nicht wieder sichtbar, bevor die Finsternis der Nacht, die verfinstert, eintritt, wegen eines kleinen Sternes, der zwischen sie und die Sehstrahlen tritt. Und deshalb wird sie nicht wieder [II 42. 25] sichtbar und kommt nicht zum Vorscheine in vielen Nächten von den vierzig Nächten, wie ANSAROS (םןךאםנא = Anaxagoras ?) der Weise, der Gelehrte, gesagt hat. Denn er sagte, daß unter den Sternen keiner dieser Art sei mit Ausnahme eines einzigen, welcher "Wächter der Gazelle"[II 42. 30] heißt. Und ein Stern ist in seiner Nähe unter ihm, der "Pforte des Abends" heißt. Das Volk nennt ihn "Hund". ... Was aber die berühmten späteren Gelehrten betrifft, so stimmen sie darin überein, daß der Frühling die Gleiche von Nacht und Tag nach dem Winter, der Beginn des Sommers der Aufgang der Kimah und der [II 42. 35] Beginn der Fruchtreife der Aufgang des "Hundes" sei. Und es sagte םךםןאיםא (Anaxagoras ?) dies, weil er Kenntnis hatte in anderen Wissenschaften, nämlich daß der Anfang des Sommers [II 43. 1] der Aufgang der Kimah (Plejaden) und der Anfang des Winters ihr Untergang sei. Und auch schon HOMEROS [X 26-31], der Dichter, sagte, daß der Stern, welcher "Hund" genannt wird - und das ist der יךעש - aufgeht in der Zeit der [II 43. 5] Früchte mit helleuchtendem Aufgange.
59 B 21 [25]. SEXT. VII 90 ὁ μὲν φυσικώτατος Ἀ. ὡς ἀσθενεῖς διαβάλλων τὰς αἰσθήσεις 'ὑπ' ἀφαυρότητος αὐτῶν, φησίν, οὐ δυνατοί ἐσμεν κρίνειν τἀληθές', τίθησί τε πίστιν αὐτῶν τῆς ἀπιστίας τὴν παρὰ μικρὸν τῶν χρωμάτων ἐξαλλαγήν. εἰ γὰρ δύο [II 43. 10] λάβοιμεν χρώματα, μέλαν καὶ λευκόν, εἶτα ἐκ θατέρου εἰς θάτερον κατὰ σταγόνα παρεκχέοιμεν, οὐ δυνήσεται ἡ ὄψις διακρίνειν τὰς παρὰ μικρὸν μεταβολάς, καίπερ πρὸς τὴν φύσιν ὑποκειμένας.
59 B 21 a [0]. SEXT. VII 140 Διότιμος [c. 76, 3] δὲ τρία κατ' αὐτὸν [Demokritos, 68 A 111] ἔλεγεν εἶναι κριτήρια, τῆς μὲν τῶν ἀδήλων [II 43. 15 App.] καταλήψεως τὰ φαινόμενα˙ 'ὄψις γὰρ τῶν ἀδήλων τὰ φαινόμενα', ὥς φησιν Ἀ., ὃν ἐπὶ τούτωι Δημόκριτος ἐπαινεῖ κτλ. Vgl. SEXT. EMP. adv. math. VII 374. III 23. 58. APPEND. proverb. 4. 50 (Leutsch Paroemiogr. I 444) ὄψις ἀδήλων τὰ φαινόμενα. Vgl. c. 10, 3 β nr. 20 I 63, 22.
59 B 21 b [p. 188]. PLUT. de fort. 3 p. 98 F ἀλλ' ἐν πᾶσι τούτοις ἀτυχέστεροι [II 43. 20 App.] τῶν θηρίων ἐσμέν, ἐμπειρίαι δὲ καὶ μνήμηι καὶ σοφίαι καὶ τέχνηι κατὰ Ἀναξαγόραν † σφῶν τε αὐτῶν χρώμεθα [ΙΙ 44. 1 App.] καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες.
5 9 B 22 [p. 183]. ATHEN. epit. B p. 57 D Ἀ. ἐν τοῖς Φυσικοῖς τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ὠιοῖς εἶναι [II 44. 5] λευκόν.
UNECHTES
59 B 23 [0]. Ryssel graeco-syr. Philosophensprüche 30 [Rhein. Mus. 51, 1898, 538] : Anaxagoras sagt: Der Tod, der den Menschen dem Augenschein nach bitter erscheint, ist bei näherer Untersuchung sehr schön: er verschafft [II 44. 10] Ruhe dem Greisenalter, das keine Kraft hat, und dem Jünglingsalter, das Schmerzen umlauern, und dem Knabenalter, daß es sich nicht abquält und abmüht und baut und pflanzt und einrichtet für andere; er befreit Schuldner von den Gläubigern, die Kapital und Zins fordern. Denn über etwas, was feststeht, sollen wir uns [II 44. 15] nicht ärgern; denn der Ärger kann es nicht beseitigen, heiterer Sinn aber kann es verdecken, wenngleich nur zeitweilig. Denn nicht gibt es mehr Beschwerde im Hafen, wenn du darin weilst. Und wenn er [nämlich der Tod] auch unangenehm erscheint den Augen der Zuschauer, so drücke deine Augen eine Zeit lang zu. Und siehe ich [II 44. 20] habe gesehen, wie schön der Tod ist, um den die bitten, welche hier gequält und gepeinigt sind. Dies legt Zeugnis ab dafür, wie ruhig und herrlich die Wohnung der Unterweit ist.
59 B 24 [0]. AELAN. V. Hist. IV 14 = Anaxarchos 72 B 2