SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Hippôn of Samos
Hippôn of Samos - B: Extant Original Fragments

Hippôn of Samos - B: Extant Original Fragments

(English)

B. FRAGMENTE
38 B 1. SCHOL. HOMER. GENEV. p. 197, 19 Nicole zu Homer Φ 195: [I 387. 35 App.]

ἀλλ' οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι˙
τῶι οὐδὲ κρείων Ἀχελώιος ἰσοφαρίζει
οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
[I 388. 1 App.] ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν.

Κράτης δὲ ἐν β̅ τῶν Ὁμηρικῶν δεικνύς, ὅτι Ὠκεανὸς 'Μεγάλη θάλασσα'˙ 'ταῦτα γάρ, φησίν, μόνως ἂν ἁρμόττοι ῥηθῆναι περὶ τῆς [I 388. 5 App.] ἐκτὸς θαλάσσης, ἣν ἔτι καὶ νῦν οἱ μὲν 'Μεγάλην θάλατταν', οἱ δὲ ' Ἀτλαντικὸν πέλαγος', οἱ δὲ Ὠκεανὸν προσαγορεύουσιν. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν τὴν δύναμιν; καίτοι γ' ἔνιοι [Zenodotos, Megakleides] ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ [also 195] στίχον τῶι Ἀχελώιωι περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης [I 388. 10 App.] μείων ἐστίν, ἀλλὰ καὶ τῶν ἐν αὐτῆι κόλπων, λέγω δὴ Τυρρηνικοῦ 〈καὶ〉 Ἰονίου. εἶπε δὲ τοῖς τρισίν [195-197], φησίν, ὅ τι καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν, τὸ περιέχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ Ὠκεανὸν εἶναι, ἐξ οὗπερ τὸ πότιμον. Ἵππων˙ 'τὰ γὰρ ὕδατα πινόμενα πάντα ἐκ τῆς θαλάσσης ἐστίν˙ [Ι 388. 15 App.] οὐ γὰρ δή που τὰ φρέατα βαθύτερα ἢ ἡ θάλασσά ἐστιν ἐξ ὧν πίνομεν˙ οὕτω γὰρ οὐκ 〈ἂν〉 ἐκ τῆς θαλάσσης τὸ ὕδωρ εἴη, ἀλλ' ἄλλοθέν ποθεν. νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστὶ τῶν ὑδάτων. ὅσα οὖν καθύπερθεν τῆς θαλάσσης ἐστί, πάντα ἀπ' αὐτῆς ἐστιν'.

οὕτως τὰ αὐτὰ εἴρηκεν [I 388. 20 App.] Ὁμήρωι'.

FALSCHES
38 B 2. CLEM. Protr. 55 (I 43, 1 St.) οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτοῦ˙ ὁ Ἵ. οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῶι μνήματι [I 389. 1] τῶι ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον [Anth. L. I 74 D.]˙ ' Ἵππωνος ... καταφθίμενον'. ALEX. in Metaph. 27, 1 τοῦτο δὲ λέγοι ἂν [Arist.] περὶ αὐτοῦ, ὅτι ἄθεος ἦν˙ τοιοῦτο γὰρ καὶ τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα˙ Ἵππωνος ... καταφθίμενον.
[I 389. 5 App.] Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν
ἶσον ἐποίησεν Μοῖρα καταφθίμενον.

38 B 3. ATHEN. XIII 610 B πάντων αὐτὸν [Myrtilos] ἐπὶ τῆι μνήμηι θαυμασάντων ὁ Κύνουλκος ἔφη 'πουλυμαθημοσύνης τῆς οὐ κενεώτερον οὐδέν' 〈***〉 Ἵππων ἔφη ὁ ἄθεος. Folgt 22 B 40.

38 B 4. CLAUDIAN. MAMERT. de anima 7 p. 121, 14 [I 389. 10] H. Metapontinus ex eadem schola Pythagorae praemissis pro statu sententiae suae insolubilibus argumentis de anima sic pronuntiat 'longe aliud anima, aliud corpus est, quae corpore et torpente viget et caeco videt et mortuo vivit'.