SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Zênô of Elea
Zênô of Elea - B: Extant Original Fragments

Zênô of Elea - B: Extant Original Fragments

(English)

[I 255. 10 App.] B. FRAGMENTE
ΖΗΝΩΝΟΣ ΠΕΡΙ ΦΥΣΕΩΣ

29 B 1. SIMPL. Phys. 140, 34 [nach B 3] τὸ δὲ κατὰ μέγεθος [nämlich ἄπειρον ἔδειξε] πρότερον κατὰ τὴν αὐτὴν ἐπιχείρησιν. προδείξας γὰρ ὅτι 'εἰ μὴ ἔχοι μέγεθος τὸ ὄν, οὐδ' ἂν εἴη', [I 255. 15 App.] ἐπάγει 'εἰ δὲ ἔστιν, ἀνάγκη ἕκαστον μέγεθός τι ἔχειν καὶ πάχος καὶ ἀπέχειν αὐτοῦ τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου. καὶ περὶ τοῦ προύχοντος ὁ αὐτὸς λόγος. καὶ γὰρ ἐκεῖνο ἕξει μέγεθος καὶ προέξει αὐτοῦ τι. ὅμοιον δὴ τοῦτο ἅπαξ τε εἰπεῖν καὶ ἀεὶ λέγειν˙ οὐδὲν γὰρ αὐτοῦ [I 255. 20 App.] τοιοῦτον ἔσχατον ἔσται οὔτε ἕτερον πρὸς ἕτερον οὐκ ἔσται. οὕτως εἰ πολλά ἐστιν, ἀνάγκη αὐτὰ μικρά τε εἶναι καὶ μεγάλα˙ μικρὰ μὲν ὥστε μὴ ἔχειν μέγεθος, μεγάλα δὲ ὥστε ἄπειρα εἶναι'.

29 B 2. SIMPL. Phys. 139, 5 ἐν μέντοι τῶι συγγράμματι αὐτοῦ πολλὰ ἔχοντι ἐπιχειρήματα καθ' ἕκαστον δείκνυσιν, ὅτι τῶι πολλὰ εἶναι [I 256. 5] λέγοντι συμβαίνει τὰ ἐναντία λέγειν˙ ὧν ἕν ἐστιν ἐπιχείρημα, ἐν ὧι δείκνυσιν ὅτι "εἰ πολλά ἐστι, καὶ μεγάλα ἐστὶ καὶ μικρά˙ μεγάλα μὲν ὥστε ἄπειρα τὸ μέγεθος εἶναι, μικρὰ δὲ οὕτως ὥστε μηθὲν ἔχειν μέγεθος" [B 1]. ἐν δὴ τούτωι δείκνυσιν, ὅτι οὗ μήτε μέγεθος μήτε πάχος μήτε ὄγκος μηθείς ἐστιν, οὐδ' ἂν εἴη τοῦτο. [I 256. 10 App.] 'εἰ γὰρ ἄλλωι ὄντι, φησί, προσγένοιτο, οὐδὲν ἂν μεῖζον ποιήσειεν˙ μεγέθους γὰρ μηδενὸς ὄντος, προσγενομένου δὲ, οὐδὲν οἷόν τε εἰς μέγεθος ἐπιδοῦναι. καὶ οὕτως ἂν ἤδη τὸ προσγινόμενον οὐδὲν εἴη. εἰ δὲ ἀπογινομένου τὸ ἕτερον μηδὲν ἔλαττόν ἔσται, μηδὲ [I 256. 15 App.] αὖ προσγινομένου αὐξήσεται, δῆλον ὅτι τὸ προσγενόμενον οὐδὲν ἦν οὐδὲ τὸ ἀπογενόμενον.' καὶ ταῦτα [I 257. 1 App.] οὐχὶ τὸ ἓν ἀναιρῶν ὁ Ζήνων λέγει, ἀλλ' ὅτι μέγεθος ἔχει ἕκαστον τῶν πολλῶν καὶ ἀπείρων τῶι πρὸ τοῦ λαμβανομένου ἀεί τι εἶναι διὰ τὴν ἐπ' ἄπειρον τομήν˙ ὃ δείκνυσι προδείξας ὅτι οὐδὲν ἔχει μέγεθος ἐκ τοῦ ἕκαστον τῶν πολλῶν ἑαυτῶι ταὐτὸν εἶναι καὶ ἕν.

29 B 3. SIMPL. Phys. 140, 27 [I 257. 5 App.] καὶ τί δεῖ πολλὰ λέγειν, ὅτε καὶ ἐν αὐτῶι φέρεται τῶι τοῦ Ζήνωνος συγγράμματι; πάλιν γὰρ δεικνύς, ὅτι εἰ πολλά ἐστι, τὰ αὐτὰ πεπερασμένα ἐστὶ καὶ ἄπειρα, γράφει ταῦτα κατὰ λέξιν ὁ Ζ.˙
'εἰ πολλά ἐστιν, ἀνάγκη τοσαῦτα εἶναι ὅσα ἐστὶ καὶ [I 258. 1] οὔτε πλείονα αὐτῶν οὔτε ἐλάττονα. εἰ δὲ τοσαῦτά ἐστιν ὅσα ἐστί, πεπερασμένα ἂν εἴη.
εἰ πολλά ἐστιν, ἄπειρα τὰ ὄντα ἐστίν˙ ἀεὶ γὰρ ἕτερα μεταξὺ τῶν ὄντων ἐστί, καὶ πάλιν ἐκείνων ἕτερα μεταξύ. [I 258. 5] καὶ οὕτως ἄπειρα τὰ ὄντα ἐστί'.

καὶ οὕτως μὲν τὸ κατὰ τὸ πλῆθος ἄπειρον ἐκ τῆς διχοτομίας ἔδειξε.

29 B 4. DIOG. IX 72 οὐ μὴν ἀλλὰ καὶ Ξενοφάνης καὶ Ζ. ὁ Ἐλεάτης καὶ Δημόκριτος κατ' αὐτοὺς [Pyrrhoneer] σκεπτικοὶ τυγχάνουσιν . . . Ζ. δὲ τὴν κίνησιν ἀναιρεῖ λέγων "τὸ κινούμενον οὔτ' ἐν ὧι [I 258. 10] ἔστι τόπωι κινεῖται οὔτ' ἐν ὧι μὴ ἔστι".
Füge auf Grund von Calogeros Darlegung Studi sull. El. S. 93ff. hinzu: 5. SIMPL. Phys. 562, 3 Ὁ Ζήνωνος λόγος ἀναιρεῖν ἐδόκει τὸ εἶναι τὸν τόπον ἐρωτῶν οὕτως˙ "εἰ ἔστιν ὁ τόπος, ἔν τινι ἔσται˙ πᾶν γὰρ ὂν ἔν τινι˙ τὸ δὲ ἔν τινι καὶ ἐν τόπωι, ἔσται ἄρα καὶ ὁ τόπος ἐν τόπωι, καὶ τοῦτο ἐπ' ἄπειρον˙[I 498. 10] οὐκ ἄρα ἔστιν ὁ τόπος.' Vgl. A 24.