SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Orpheus

Orpheus

Orpheus - A: Quoted in Ancient Sources

A. ANFÄNGE

I. KOSMOLOGISCHE DICHTUNG DER FRÜHZEIT

1[66]. ORPHEUS

[I 1. 5 App.] A. LEBEN UND SCHRIFTEN

1 A 1. SUID. Ορφεὺς Λειβήθρων τῶν ἐν Θράικηι (πόλις δέ ἐστιν ὑπὸ τῆι Πιερίαι), υἱὸς Οἰάγρου καὶ Καλλιόπης˙ ὁ δὲ Οἴαγρος πέμπτος ἦν ἀπὸ Ἄτλαντος, κατὰ Ἀλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ πρὸ ι̅α̅ γενεῶν τῶν Τρωικῶν˙ καί φασι μαθητὴν γενέσθαι αὐτὸν Λίνου, βιῶναι δὲ γενεὰς θ̅, οἱ δὲ ι̅α̅ φασίν. [I 1. 10 App.] ἔγραψε˙ Τριαγμούς (λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ [vgl. c. 36])˙ ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα, κλήσεις κοσμικαί. Νεωτευκτικά. Ἱεροὺς λόγουςἐν ῥαψωιδίαις κ̅δ̅ (λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου [c. 15]). Χρησμούς, οἳ ἀναφέρονται εἰς Ὀνομάκριτον. [s. A 1 b. B 11. 2 A 5. B 20 a] Τελετάς (ὁμοίως δέ φασι καὶ ταύτας Ὀνομακρίτου). [I 1. 15 App.] 〈Λιθικά〉 ˙ ἐν τούτοις δ' ἔστι περὶ λίθων γλυφῆς, ἥτις Ὀγδοηκοντάλιθοςἐπιγράφεται. Σωτήρια˙ ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦ [I 2. 1 App.] Μιλησίου. Κρατῆρας [1 A 1 b. 2 A 7]˙ ταῦτα Ζωπύρου φασίν. Θρονισμοὺς μητρώιους καὶ Βακχικά˙ ταῦτα Νικίου τοῦ Ἐλεάτου φασὶν εἶναι. Εἰς Ἅιδου κατάβασιν˙ ταῦτα Ἡροδίκου τοῦ Περινθίου [vgl. c.15]. Πέπλον καὶ Δίκτυον[vgl. B 10 a]˙ καὶ ταῦτα Ζωπύρου τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου [c.17, 4]. [I 2. 5 App.] Ὀνομαστικόν, ἔπη α̅σ̅. Θεογονίαν, ἔπη α̅σ̅. Ἀστρονομίαν, Ἀμμοσκοπίαν [?], Θυηπολικόν, Ὠιοθυτικὰ ἢ Ὠιοσκοπικά, ἐπικῶς. Καταζωστικόν, Ὕμνους, Κορυβαντικόν, καὶ Φυσικά, ἃ Βροτίνου φασίν [Lobon fr. 7 Crönert in Χάριτεςfür Leo].  Ὀρφεὺς Κροτωνιάτης ἐποποιός, ὃν Πεισιστράτωι συνεῖναι τῶι τυράννωι [I 2. 10 App.]Ἀσκληπιάδης φησὶν ἐν τῶι ἕκτωι βιβλίωι τῶν Γραμματικῶν˙ Δωδεκαετηρίδας.Ἀργοναυτικὰ καὶ ἄλλα τινά.  Ὀρφεὺς Καμαριναῖος ἐποποιός, οὗ φασιν εἶναι τὴν Εἰς Ἅιδου κατάβασιν.

1 A 1 a. SUID.Ἵππος Νισαῖος . . . . ἐν δὲ Δικτύωι Ὀρφεὺς λέγει, ὅτι ἡ Νίσα τόπος ἐστὶν ἐν Ἐρυθρᾶι κείμενος.

1 A 1 b. CLEM. str. I 131 (II 81, 7 St.) [I 2. 15 App.] τοὺς μὲν ἀναφερομένους εἰς Μουσαῖον [2 B 20 a-22] Ὀνομακρίτου εἶναι λέγουσι, τὸν Κρατῆρα δὲ τὸν Ὀρφέως Ζωπύρου τοῦ Ἡρακλεώτου, τήν τε Εἰς Ἅιδου κατάβασινΠροδίκου τοῦ Σαμίου. Ἴων κτλ. s. 36 B 2.

1 A 2. ALCAEUS fr. 80 Diehl
[I 2. 20 App.] τὸ γὰρ ἐμμόρμενον Ὄρ〈φευς ἐβιάσδετο v. s.〉
πάρφ〉αις ἄνδρεσι τοῖς γεινο〈μένοισιν θάνατον φύγην〉,
[I 3. 1] αἰ πάντ〉αι σόφος ἦι καὶ φρέσι πύκνα〈ισι κεκάσμενος〉.
νήπιο〉ς, παρὰ μοῖραν Δίος οὐδὲ τρί〈χες ἔρρυεν〉.

1 A 2 a. IBYC. fr. 17 Diehl ὀνομακλυτὸν Ὀρφήν.

1 A 3. AESCH. Ag. 1629
[I 3. 5 App.] Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις˙
ὁ μὲν γὰρ ἦγε πάντ' ἀπὸ φθογγῆς χαρᾶι . . .
Vgl. Simon fr. 27 D. Eur. Bacch. 561. Iph. A. 1211

1 A 4. PAUS. X 30, 6 [Polygnots Unterweltsbild] ἀποβλέψαντι δὲ αὖθις ἐς τὰ κάτω τῆς γραφῆς ἔστιν ἐφεξῆς μετὰ τὸν Πάτροκλον οἷα ἐπὶ λόφου τινὸς [I 3. 10 App.] Ὀρφεὺς καθεζόμενος, ἐφάπτεται δὲ καὶ τῆι ἀριστερᾶι κιθάρας, τῆι δὲ ἑτέραι χειρὶ ἰτέας κλῶνές εἰσιν ὧν ψαύει, προσανακέκλιται δὲ τῶι δένδρωι˙ τὸ δὲ ἄλσος ἔοικεν εἶναι τῆς Περσεφόνης, ἔνθα αἴγειροι καὶ ἰτέαι δόξηι τῆι Ὁμήρου [Κ 509] πεφύκασιν. Ἑλληνικὸν δὲ τὸ σχῆμά ἐστι τῶι Ὀρφεῖ καὶ οὔτε ἡ ἐσθὴς οὔτε ἐπίθημά ἐστιν ἐπὶ τῆι κεφαλῆι Θράικιον.

1 A 5. PROCL. Schol. Hesiod. Opp. p. 631, 6 Gaisf.: [I 3. 15 App.] Ἑλλάνικος δ' ἐν Φορωνίδι [F. Gr. Hist. 4 F 5 I 109] 〈δέκατον〉 ἀπὸ Ὀρφέως φησὶν εἶναι τὸν Ἡσίοδον. Gegen solche, auch später durchaus herrschende (vgl. z. B. ARISTOPH. Ran. 1030 ff., Hippias 86 B 6; PLAT. apol. 41 A) Anschauung HERODOT. II 53. Ἡσίοδον γὰρ καὶ Ὅμηρον ἡλικίην τετρακοσίοισι ἔτεσι δοκέω μευ [I 3. 20 App.] πρεσβυτέρους γενέσθαι καὶ οὐ πλέοσι . . . οἱ δὲ πρότερον ποιηταὶ λεγόμενοι τούτων τῶν ἀνδρῶν γενέσθαι ὕστερον ἔμοιγε δοκεῖν ἐγένοντο . . . τὰ δὲ ὕστερα τὰ ἐς Ἡσίοδόν τε καὶ Ὅμηρον ἔχοντα ἐγὼ λέγω. HERODOT. II 81 s. c. 14, 1.

1 A 6. EURIP. Alc. 357
εἰ δ' Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
[I 3. 25 App.] ὥστ' ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
ὕμνοισι κηλήσαντά σ' ἐξ Ἅιδου λαβεῖν,
κατῆλθον ἄν. [Vgl. oben A 3; Med. 543].

1 A 7. EURIP. Alc. 962
ἐγὼ καὶ διὰ μούσας
καὶ μετάρσιος ἦιξα καὶ
[I 3. 30 App.] πλείστων ἁψάμενος λόγων
-- 965 κρεῖσσον οὐδὲν Ἀνάγκας
ηὗρον, οὐδέ τι φάρμακον
Θρήισσαις ἐν σανίσιν, τὰς
Ὀρφεία κατέγραψεν
-- 970 [I 3. 35 App.] γῆρυς, οὐδ' ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε
φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.

1 A 8. EURIP. 952 [Theseus zu Hippolytos]
ἤδη νυν αὔχει καὶ δι' ἀψύχου βορᾶς
[I 4. 1 App.] σῖτ' ἐκκαπήλευ', Ὀρφέα τ' ἄνακτ' ἔχων
βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς.

1 A 9. EURIP. Cycl. 646
ἀλλ' οἶδ' ἐπωιδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
[I 4. 5] ὡς αὐτόματον τὸν δαλὸν εἰς τὸ κρανίον
στείχονθ' ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.

1 A 9 a. EURIP. Hypsipyle [Ox. Pap. VI n. 852 fr. 1 col. 3, 8 p. 36 Hunt;
51 Arnim]
ὙΨ(ιπύλη) . . . μέσωι δὲ παρ' ἱστῶι
[I 4. 10 App.] Ἀσιὰς ἔλεγον ἰήιον
Θρῆισσ' ἐβόα κίθαρις Ὀρφέως
μακροπόδων πιτύλων ἐρέτηισι κε-
λεύσματα μελπομένα, τοτὲ μὲν ταχύ-
πλουν τοτὲ δ' εἰλατίνας ἀνάπαυμα πλάτας.

1 A 9 b. EURIP. Hypsipyle [fr. 64 col. 2 p. 70 Hunt; 66 Arnim] [I 4. 15 App.]
ἜΥ(νεως) Ἀργώ με καὶ τόνδ' ἤγαγ' εἰς Κόλχων πόλιν
ὙΨ(ιπύλη) ἀπομαστίδιόν γ' ἐμῶν στέρνων.
ΕΥ ἐπεὶ δ' Ἰάσων ἔθαν' ἐμός, μῆτερ, πατήρ,
ΥΨ οἴμοι κακὰ λέγεις, δάκρυά τ' ὄμμασιν,
[I 4. 20 App.] τέκνον, ἐμοῖς δίδως -
ΕΥ Ὀρφεύς με καὶ τόνδ' ἤγαγ' εἰς Θράικης τόπον,
ΥΨ τίνα πατέρι ποτὲ χάριν ἀθλίωι
τιθέμενος; ἔνεπέ μοι, τέκνον.
ΕΥ μοῦσάν με κιθάρας Ἀσιάδος διδάσκεται,
[I 4. 25 App.] τοῦτον δ' ἐς Ἄρεως ὅπλ' ἐκόσμησεν μάχης.

1 A 10. EURIP. Rhes. 943 [Muse, Mutter des Rhesos, zu Athene]
μυστηρίων τε τῶν ἀπορρήτων φανάς
ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
τοῦδ' ὃν κατακτείνεις σύ: Μουσαῖόν τε σόν
[I 4. 30] σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ' ἕνα
ἐλθόντα Φοῖβος σύγγονοί τ' ἠσκήσαμεν.

1 A 11. ARISTOPH. Ran. 1032 [I 5. 1 App.]
Ὀρφεὺς μὲν γὰρ τελετάς θ' ἡμῖν κατέδειξε φόνων τ' ἀπέχεσθαι,
Μουσαῖος δ' ἐξακέσεις τε νόσων καὶ χρησμούς.

1 A 12. ARISTOPH. Av. 693 [Chor der Vögel]
[I 5. 5] Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς,
Γῆ δ' οὐδ' Ἀὴρ οὐδ' Οὐρανὸς ἦν: Ἐρέβους δ' ἐν ἀπείροσι κόλποις
τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ὠιόν,
ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός
στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.
[I 5. 10 App.] οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίωι κατὰ Τάρταρον εὐρύν
ἐνεόττευσεν γένος ἡμέτερον καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς.
πρότερον δ' οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα:
ξυμμειγνυμένων δ' ἑτέρων ἑτέροις γένετ' Οὐρανὸς Ὠκεανός τε
καὶ Γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον.

1 A 12 a. TIMOTHEUS. Pers. 234 Wilamowitz [I 5. 15 App.]
πρῶτος ποικιλόμουσος Ὀρ-
235 φεὺς 〈χέλ〉υν ἐτέκνωσεν
υἱὸς Καλλιόπας Πιερίας ἔπι.
Τέρπανδρος δ' ἐπὶ τῶι δέκα
[I 5. 20 App.] τεῦξε μοῦσαν ἐν ὠιδαῖς.

1 A 13. CLEM. ALEX. Strom. VI 15 (II 434, 19 St.) aus HIPPIAS [86 B 6]
τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ τὰ δὲ Μουσαίωι κατὰ βραχὺ ἄλλωι ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδωι τὰ δὲ Ὁμήρωι.

1 A 13 a. OLYMPIODOR. b. PHOT. bibl. c. 80 p. 61 a 31 (Oasis) ταύτην καλεῖ [I 5. 25 App.] Ἡρόδοτος [III 26] 'μακάρων νήσους', Ἡρόδωρος δὲ ὁ τὴν Ὀρφέως καὶ Μουσαίου συγγράψας ἱστορίαν Φαιακίδα ταύτην καλεῖ.

1 A 14. PLATO. Symp. 179 D Ὀρφέα δὲ τὸν Οἰάγρου ἀτελῆ ἀπέπεμψαν ἐξ Ἅιδου, φάσμα δείξαντες τῆς γυναικὸς ἐφ' ἣν ἧκεν, αὐτὴν δὲ οὐ δόντες, ὅτι μαλθακίζεσθαι ἐδόκει, ἅτε ὢν κιθαρωιδός, καὶ οὐ τολμᾶν ἕνεκα τοῦ ἔρωτος ἀποθνήισκειν ὥσπερ [I 5. 30 App.] Ἄλκηστις, ἀλλὰ διαμηχανᾶσθαι ζῶν εἰσιέναι εἰς Ἅιδου. τοιγάρτοι διὰ ταῦτα δίκην αὐτῶι ἐπέθεσαν, καὶ ἐποίησαν τὸν θάνατον αὐτοῦ ὑπὸ γυναικῶν γενέσθαι.

1 A 14 a. PLATO. Ion 536 B ἐκ δὲ τούτων τῶν πρώτων δακτυλίων, τῶν ποιητῶν, ἄλλοι ἐξ ἄλλου αὖ ἠρτημένοι εἰσὶ καὶ ἐνθουσιάζουσιν, οἱ μὲν ἐξ Ὀρφέως, οἱ δ' ἐκ Μουσαίου, οἱ δὲ πολλοὶ ἐξ Ὁμήρου κατέχονταί τε καὶ ἔχονται.

1 A 14 b. ISOCR. XI, 38 [I 5. 35 App.] τοιούτους δὲ λόγους περὶ αὐτῶν τῶν θεῶν εἰρήκασιν [nämlich die Dichter] οἵους οὐδεὶς ἂν περὶ τῶν ἐχθρῶν εἰπεῖν τολμήσειεν˙ οὐ [I 6. 1 App.] γὰρ μόνον κλοπὰς καὶ μοιχείας καὶ παρ' ἀνθρώποις θητείας αὐτοῖς ὠνείδισαν, ἀλλὰ καὶ παίδων βρώσεις καὶ πατέρων ἐκτομὰς καὶ μητέρων δεσμοὺς καὶ πολλὰς ἄλλας ἀνομίας κατ' αὐτῶν ἐλογοποίησαν. (39) ὑπὲρ ὧν τὴν μὲν ἀξίαν δίκην οὐκ ἔδοσαν, οὐ μὴν ἀτιμώρητοί γε διέφυγον, ἀλλ' οἱ μὲν . . . [Homer, Hesiod], [I 6. 5 App.] Ὀρφεὺς δ' ὁ μάλιστα τούτων τῶν λόγων ἁψάμενος διασπασθεὶς τὸν βίον ἐτελεύτησεν.

1 A 15. DIOD. V 64, 4 ἔνιοι δ' ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφορος [F. Gr. Hist. 70 F 104 II 68], τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν Ἴδην τὴν ἐν Φρυγίαι, διαβῆναι δὲ μετὰ Μυγδόνος εἰς τὴν Εὐρώπην˙ ὑπάρξαντας δὲ γόητας ἐπιτηδεῦσαι τάς τε ἐπωιδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθράικην διατρίψαντας [I 6. 10] οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους˙ καθ' ὃν δὴ χρόνον καὶ τὸν Ὀρφέα, φύσει διαφόρωι κεχορηγημένον πρὸς ποίησιν καὶ μελωιδίαν, μαθητὴν γενέσθαι τούτων καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν τελετὰς καὶ μυστήρια.

1 A 16. THEOPHR. char. 16, 11 καὶ ὅταν ἐνύπνιον ἴδηι [der δεισιδαίμων], πορεύεσθαι [I 6. 15 App.] πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπους ἐρωτήσων τίνι θεῶν ἢ θεᾶι εὔχεσθαι δεῖ, καὶ τελεσθησόμενος πρὸς τοὺς Ὀρφεοτελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικὸς (ἐὰν δὲ μὴ σχολάζηι ἡ γυνή, μετὰ τῆς τίτθης) καὶ τῶν παίδων. Vgl. Demosth. d. cor. 129. 259

Orpheus - B: Extant Original Fragments

(English)

(English)

B. ALTBEZEUGTE FRAGMENTE
1 B 1 [14 Kern]. PLAT. Phileb. 66 C (nach Aufzählung der fünf Güter) [I 6. 20 App.] 'ἕκτηι δ' ἐν γενεᾶι', φησὶν Ὀρφεύς, 'καταπαύσατε κόσμον ἀοιδῆς', ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτηι καταπεπαυμένος εἶναι κρίσει.

1 B 2 [15]. PLAT. Cratyl. 402 BC ὥσπερ αὖ Ὅμηρος ' Ὠκεανόν τε [I 6. 25] θεῶν γένεσίν' φησιν 'καὶ μητέρα Τηθύν' [Ξ 201]. οἶμαι δὲ καὶ Ἡσίοδος [Theog. 337]. λέγει δέ που καὶ Ὀρφεὺς ὅτι
Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο,
ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.

1 B 2 a [0]. PLATO Phaedr. 252 B λέγουσι ... δὲ οἶμαί τινες Ὁμηριδῶν ἐκ τῶν ἀποθέτων ἐπῶν δύο ἔπη εἰς τὸν ἔρωτα, ὧν τὸ ἕτερον ὑβριστικὸν πάνυ καὶ οὐ σφόδρα τι ἔμμετρον˙ ὑμνοῦσι δὲ ὧδε - [252c]
τὸν δ' ἤτοι θνητοὶ μὲν ἔρωτα καλοῦσι ποτηνόν,
ἀθάνατοι δὲ Πτέρωτα, διὰ πτεροφύτορ' ἀνάγκην.
Daß diese 'Homeriden' in ihren ἀπόθετα ἔπη einen orphischen Gedanken wiedergeben, ist deutlich (vgl. P. Friedländer, Platon I 222); die Verwendung der ἀνάγχη beweist es ebenso wie die Namenerklärung, die ganz denen in B 3 und 13 entspricht.

1 B 3 [8]. PLATO Cratyl. 400 BC [I 7. 1 App.] καὶ γὰρ σῆμα τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς [nämlich, τὸ σῶμα], ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι˙ καὶ διότι αὖ τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ 'σῆμα' ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα [I 7. 5 App.] τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται, δεσμωτηρίου εἰκόνα. εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσῃ τὰ ὀφειλόμενα, [τὸ] 'σῶμα', καὶ οὐδὲν δεῖν παράγειν οὐδ' ἓν γράμμα. Vgl. das Zeugnis des Philolaos (44 B 14) μαρτυρέονται δὲ καὶ οἱ [I 7. 10 App.] παλαιοὶ θεολόγοι τε καὶ μάντιες ὡς διά τινας τιμωρίας ἁ ψυχὰ . . . καθάπερ ἐν σάματι τούτῳ (τῶι σώματι) τέθαπται. Vgl. auch 44 B 15.

1 B 4 [4]. PLATO resp. II 363 C Μουσαῖος δὲ τούτων [Hesiod und Homer] νεανικώτερα τἀγαθὰ καὶ ὁ ὑὸς αὐτοῦ παρὰ θεῶν διδόασιν τοῖς δικαίοις˙ εἰς Ἅιδου γὰρ ἀγαγόντες τῷ λόγῳ καὶ κατακλίναντες καὶ [I 7. 15 App.] συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσιν τὸν ἅπαντα χρόνον ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον. οἱ δ' ἔτι τούτων μακροτέρους ἀποτείνουσιν μισθοὺς παρὰ θεῶν˙ παῖδας γὰρ παίδων φασὶ καὶ γένος κατόπισθεν λείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου. ταῦτα δὴ καὶ ἄλλα τοιαῦτα [I 7. 20 App.] ἐγκωμιάζουσιν δικαιοσύνην˙ τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνῳ ὕδωρ ἀναγκάζουσι φέρειν ἔτι τε ζῶντας εἰς κακὰς δόξας ἄγοντες.

1 B 5 [3]. PLATO resp. II 364 E βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶ Ὀρφέως, Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθ' ἃς [I 7. 25 App.] θυηπολοῦσιν πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς ἄρα λύσεις τε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ παιδιᾶς ἡδονῶν εἰσὶ [I 8. 1 App.] μὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσασιν, ἃς δὴ τελετὰς καλοῦσιν, αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει.

1 B 5 a [11]. PLATO Legg. II 669 D ποιηταὶ δὲ ἀνθρώπινοι σφόδρα τὰ τοιαῦτα [unpassende Töne] ἐμπλέκοντες καὶ συγκυκῶντες ἀλόγως [I 8. 5 App.] γέλωτ' ἂν παρασκευάζοιεν τῶν ἀνθρώπων ὅσους φησὶν Ὀρφεὺς λαχεῖν ὥραν τῆς τέρψιος.

1 B 6 [21]. PLATO Legg. IV 715 E ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δὲ ἀεὶ [I 8. 10 App.] ξυνέπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος συνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ' ὕβρεως . . ., καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ [I 8. 15 App.] καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα, καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. Vgl. PSEUDARIST. de mundo 7. [Orph. fr. 21a, 2 Kern]. Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ' ἐκ πάντα [I 8. 20 App.] τέτυκται.

1 B 6 a [12]. PLATO Legg.VIII 829 DE μηδέ τινα τολμᾶν ἄιδειν ἀδόκιμον μοῦσαν μὴ κρινάντων τῶν νομοφυλάκων, μηδ' ἂν ἡδίων ἦι τῶν Θαμύρου τε καὶ Ὀρφείων ὕμνων.

1 B 7 [13]. PLATO Symp. 218 B [I 9. 1 App.] πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου [Sokrates] μανίας τε καὶ βακχείας˙ διὸ πάντες ἀκούσεσθε . . . οἱ δὲ οἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυ μεγάλας τοῖς ὠσὶν ἐπίθεσθε. Vgl. IUST. coh. 15 [Orph. fr. 245, 1 K.]. [I 9. 5 App.] φθέγξομαι οἷς θέμις ἐστί: θύρας δ' ἐπίθεσθε βέβηλοι.

1 B 8 [16]. PLATO Tim. 40 D περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τούς γε αὑτῶν προγόνους εἰδόσιν . . . οὕτως οὖν κατ' ἐκείνους ἡμῖν [I 9. 10] ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω˙ Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους [I 9. 15 App.] ἐκγόνους.

1 B 9 [24]. ARIST. Metaph. Λ 6. 1071 β 26 καίτοι εἰ ὡς λέγουσιν οἱ θεολόγοι οἱ ἐκ Νυκτὸς γεννῶντες ἢ ὡς οἱ φυσικοὶ 'ἦν ὁμοῦ πάντα χρήματα' [59 B 1] φασί, τὸ αὐτὸ ἀδύνατον. ARIST. Metaph. N 4. 1091 b 4. οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτηι ὁμοίως, ἧι βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς [I 9. 20 App.] πρώτους οἶον Νύκτα καὶ Οὐρανὸν ἢ Χάος ἢ Ὠκεανόν, ἀλλὰ τὸν Δία.

1 B 10 [25]. ARIST. Metaph. A 3. 983 b 27 εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως [wie Thales] οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν˙ Ὠκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας [s. B 2] καὶ τὸν ὅρκον [I 9. 25 App.] τῶν θεῶν ὕδωρ, τὴν καλουμένην ὑπ' αὐτῶν Στύγα τῶν ποιητῶν˙ τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον˙ ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν. εἰ μὲν οὖν ἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς φύσεως ἡ δόξα, τάχ' ἂν ἄδηλον εἴη [s. B 11].

1 B 10 a [26]. ARIST. de gen. anim. B 1. 734 a 16 [I 10. 1] ἢ γάρ τοι ἅμα πάντα γίγνεται τὰ μόρια, οἶον καρδία πλεύμων ἧπαρ ὀφθαλμὸς καὶ τῶν ἄλλων ἕκαστον, ἢ ἐφεξῆς ὥσπερ ἐν τοῖς καλουμένοις Ὀρφέως ἔπεσιν˙ ἐκεῖ γὰρ ὁμοίως φησὶ γίγνεσθαι τὸ ζῶιον τῆι τοῦ δικτύου [I 10. 5] πλοκῆι. [vgl. ob. S. 2, 3. 13].

1 B 11 [27]. ARIST. de an. A 5. 410 b 22 φαίνεται γὰρ τά τε φυτὰ ζῆν οὐ μετέχοντα φορᾶς οὐδ' αἰσθήσεως καὶ τῶν ζώιων πολλὰ διάνοιαν οὐκ ἔχειν. εἰ δέ τις καὶ ταῦτα παραχωρήσειε καὶ θείη τὸν νοῦν μέρος τι τῆς ψυχῆς, ὁμοίως δὲ καὶ τὸ αἰσθητικόν, οὐδ' ἂν οὕτω λέγοιεν [I 10. 10 App.] καθόλου περὶ πάσης ψυχῆς οὐδὲ περὶ ὅλης οὐδεμιᾶς. τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλουμένοις λόγος˙ φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων, φερομένην ὑπὸ τῶν ἀνέμων. Dazu PHILOP. p. 186, 24. 'λεγομένοις' εἶπεν, ἐπειδὴ μὴ δοκεῖ Ὀρφέως εἶναι τὰ ἔπη, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ φιλοσοφίας λέγει [fr. 7 Rose] [I 10. 15 App.] αὐτοῦ μὲν γάρ εἰσι τὰ δόγματα, ταῦτα δέ φασιν Ὀνομάκριτον ἐν ἔπεσι κατατεῖναι [Vgl. unten c. 15 Z. 1]. AELIAN. V. H. VIII 6. τῶν ἀρχαίων φασὶ Θραικῶν μηδένα ἐπίστασθαι γράμματα . . . ἔνθεν τοι καὶ τολμῶσι λέγειν μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι Θρᾶικα ὄντα, ἀλλ' ἄλλως τοὺς μύθους αὐτοῦ κατεψεῦσθαι: ταῦτα Ἀνδροτίων λέγει [I 10. 20 App.] [fr. 36 F.H.G. I 375]. TATIAN. 41 p. 42, 4. Ὀρφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν, ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπιφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα [580-577]. τοῦ δὲ Ὀρφέως Μουσαῖος μαθητής.

1 B 12 [28]. DAMASC. de princ. 124 [I 319, 8 Ruelle] [I 10. 25 App.] ἡ δὲ παρὰ τῶι Περιπατητικῶι Εὐδήμωι [fr. 117 Spengel] ἀναγεγραμμένη ὡς τοῦ Ὀρφέως οὖσα Θεολογία πᾶν τὸ νοητὸν ἐσιώπησεν . . . ἀπὸ δὲ τῆς Νυκτὸς ἐποιήσατο τὴν ἀρχήν, ἀφ' ἧς καὶ Ὅμηρος, εἰ καὶ μὴ συνεχῆ πεποίηται τὴν γενεαλογίαν, ἵστησιν˙ οὐ γὰρ ἀποδεκτέον Εὐδήμου [I 10. 30] λέγοντος ὅτι ἀπὸ Ὠκεανοῦ καὶ Τηθύος ἄρχεται [Homer Ξ 302 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν]: φαίνεται γὰρ εἰδὼς καὶ τὴν Νύκτα μεγίστην οὕτω θεόν, ὡς καὶ τὸν Δία σέβεσθαι αὐτήν: 'ἅζετο γὰρ μὴ Νυκτὶ θοῆι ἀποθύμια ῥέζοι' [Ξ 261] ἀλλ' Ὅμηρος μὲν καὶ αὐτὸς ἀρχέσθω ἀπὸ Νυκτός. Ἡσίοδος δέ μοι δοκεῖ πρῶτον γενέσθαι [I 11. 1 App.] τὸ Χάος ἱστορῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἡνωμένην παντελῶς φύσιν κεκληκέναι Χάος, τὴν δὲ Γῆν [πρώτην] ἐκεῖθεν παράγειν ὥς τινα ἀρχὴν τῆς ὅλης γενεᾶς τῶν θεῶν. εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυεῖν ἀρχῶν, Γῆν δὲ καὶ Τάρταρον καὶ Ἔρωτα τὸ [I 11. 5 App.] τριπλοῦν νοητόν, τὸν μὲν Ἔρωτα ἀντὶ τοῦ τρίτου, ὡς κατὰ ἐπιστροφὴν θεωρούμενον (τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ Ὀρφεὺς ἐν ταῖς Ῥαψωιδίαις) . . . [Vgl. 123 = 60 K. (316, 18 R.) ἐν μὲν τοίνυν ταῖς φερομέναις ταύταις Ῥαψωιδίαις Ὀρφικαῖς ἡ θεολογία ἥδε τίς ἐστιν ἡ περὶ τὸ νοητόν, ἣν καὶ οἱ φιλόσοφοι διερμηνεύουσιν, ἀντὶ μὲν τῆς μιᾶς [I 11. 10 App.] τῶν ὅλων ἀρχῆς τὸν Χρόνον τιθέντες, ἀντὶ δὲ τοῖν δυεῖν Αἰθέρα καὶ Χάος, ἀντὶ δὲ τοῦ ὄντος ἁπλῶς τὸ ὠιὸν ἀπολογιζόμενοι, καὶ τριάδα ταύτην πρώτην ποιοῦντες: εἰς δὲ τὴν δευτέραν τελεῖν ἤτοι τὸ κυούμενον καὶ τὸ κύον ὠιὸν τὸν θεὸν ἢ τὸν ἀργῆτα χιτῶνα ἢ τὴν νεφέλην, ὅτι ἐκ τούτων ἐκθρώσκει ὁ Φάνης: ἄλλοτε γὰρ ἄλλα [I 11. 15 App.] περὶ τοῦ μέσου φιλοσοφοῦσιν . . . τὴν δὲ τρίτην τὸν Μῆτιν ὡς νοῦν, τὸν Ἠρικεπαῖον ὡς δύναμιν, τὸν Φάνητα αὐτὸν ὡς πατέρα . . . τοιαύτη μὲν ἡ συνήθης Ὀρφικὴ θεολογία. ACHILL. isag. I 4 p. 33, 17 Maass τὴν δὲ τάξιν, ἣν δεδώκαμεν τῶι σφαιρώματι, οἱ Ὀρφικοὶ λέγουσι παραπλησίαν εἶναι τῆι ἐν τοῖς ὠιοῖς: ὃν γὰρ ἔχει λόγον τὸ [I 11. 20 App.] λέπυρον ἐν τῶι ὠιῶι, τοῦτον ἐν τῶι παντὶ ὁ οὐρανός, καὶ ὡς ἐξήρτηται τοῦ οὐρανοῦ κυκλοτερῶς ὁ αἰθήρ, οὕτως τοῦ λεπύρου ὁ ὑμήν.]

1 B 13 [54]. DAMASC. 123 bis [I 317, 15 R.] ἡ δὲ κατὰ τὸν Ἱερώνυμον φερομένη καὶ Ἑλλάνικον (näml. Ὀρφικὴ θεολογία), εἴπερ μὴ καὶ ὁ αὐτός ἐστιν, οὕτως ἔχει˙ 'ὕδωρ ἦν, φησίν, ἐξ ἀρχῆς καὶ ὕλη, ἐξ ἧς [I 11. 25 App.] ἐπάγη ἡ γῆ, δύο ταύτας ἀρχὰς ὑποτιθέμενος πρῶτον, ὕδωρ καὶ γῆν . . . τὴν δὲ τρίτην ἀρχὴν μετὰ τὰς δύο γεννηθῆναι μὲν ἐκ τούτων, [I 12. 1 App.] ὕδατός φημι καὶ γῆς, δράκοντα δὲ εἶναι κεφαλὰς ἔχοντα προσπεφυκυίας ταύρου καὶ λέοντος, ἐν μέσωι δὲ θεοῦ πρόσωπον, ἔχειν δὲ καὶ ἐπὶ τῶν ὤμων πτερά, ὠνομάσθαι δὲ Χρόνον ἀγήραον καὶ Ἡρακλῆα τὸν αὐτόν. συνεῖναι δὲ αὐτῶι τὴν Ἀνάγκην, φύσιν οὖσαν [I 12. 5 App.] τὴν αὐτὴν καὶ Ἀδράστειαν, ἀσώματον διωργυιωμένην ἐν παντὶ τῶι κόσμωι, τῶν περάτων αὐτοῦ ἐφαπτομένην. ταύτην οἶμαι λέγεσθαι τὴν τρίτην ἀρχὴν κατὰ τὴν οὐσίαν ἑστῶσαν, πλὴν ὅτι ἀρσενόθηλυν αὐτὴν ὑπεστήσατο πρὸς ἔνδειξιν τῆς πάντων γεννητικῆς αἰτίας . . . ὁ Χρόνος οὗτος ὁ δράκων γεννᾶται τριπλῆν γονήν˙ [I 12. 10 App.] Αἰθέρα, φησί, νοτερὸν καὶ Χάος ἄπειρον καὶ τρίτον ἐπὶ τούτοις Ἔρεβος ὀμιχλῶδες . . . ἀλλὰ μὴν ἐν τούτοις ὁ Χρόνος ὠιὸν ἐγέννησεν . . . καὶ τρίτον ἐπὶ τούτοις θεὸν ἀσώματον, πτέρυγας ἐπὶ τῶν ὤμων ἔχοντα χρυσᾶς, ὃς ἐν μὲν ταῖς λαγόσι προσπεφυκυίας εἶχε ταύρων κεφαλάς, ἐπὶ δὲ τῆς κεφαλῆς δράκοντα πελώριον παντοδαπαῖς [I 12. 15 App.] μορφαῖς θηρίων ἰνδαλλόμενον . . . καὶ ἥδ' ἡ θεολογία Πρωτόγονον ἀνυμνεῖ καὶ Δία καλεῖ πάντων διατάκτορα καὶ ὅλου τοῦ κόσμου˙ διὸ καὶ Πᾶνα καλεῖσθαι. ATHENAG. 18 p. 20 Schw. ... Ὀρφέως δὲ ὃς καὶ τὰ ὀνόματα αὐτῶν [der Götter] πρῶτος ἐξηῦρεν καὶ τὰς γενέσεις διεξῆλθεν καὶ ὅσα ἑκάστοις πέπρακται εἶπεν καὶ πεπίστευται παρ' [I 12. 20] αὐτοῖς ἀληθέστερον θεολογεῖν, ὧι καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται, καὶ αὐτοῦ τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος ' Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται' [Ξ 201]. ἦν γὰρ ὕδωρ ἀρχὴ κατ' αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος ἰλὺς κατέστη, ἐκ δὲ ἑκατέρων ἐγεννήθη ζῶιον δράκων [I 12. 25 App.] προσπεφυκυῖαν ἔχων κεφαλὴν λέοντος, διὰ μέσου δὲ αὐτῶν θεοῦ πρόσωπον, ὄνομα Ἡρακλῆς καὶ Χρόνος. οὗτος ὁ Ἡρακλῆς ἐγέννησεν ὑπερμέγεθες ὠιόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐρράγη. τὸ μὲν οὖν κατὰ κορυφὴν αὐτοῦ Οὐρανὸς εἶναι ἐτελέσθη, τὸ δὲ κάτω ἐνεχθὲν Γῆ˙ προῆλθε δὲ καὶ [I 12. 30 App.] θεός τις δισώματος. Οὐρανὸς δὲ Γῆι μιχθεὶς γεννᾶι θηλείας μὲν Κλωθὼ Λάχεσιν Ἄτροπον, ἄνδρας δὲ Ἑκατόγχειρας Κόττον Γύγην Βριάρεων καὶ Κύκλωπας Βρόντην καὶ Στερόπην καὶ Ἄργην˙ οὓς καὶ δήσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ [I 13. 1] τῶν παίδων τῆς ἀρχῆς μαθών. διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶνας ἐγέννησεν˙

κούρους δ' Οὐρανίωνας ἐγείνατο πότνια Γαῖα,
οὓς δὴ καὶ Τιτῆνας ἐπίκλησιν καλέουσιν,
[I 13. 5 App.] οὕνεκα τεισάσθην μέγαν Οὐρανὸν ἀστερόεντα.

1 B 14 [23]. [DEMOSTH.] c. Aristog. I 11 καὶ τὴν ἀπαραίτητον καὶ σεμνὴν Δίκην ἣν ὁ τὰς ἁγιωτάτας τελετὰς ἡμῖν καταδείξας Ὀρφεὺς παρὰ τὸν τοῦ Διὸς θρόνον φησὶ καθημένην πάντα τὰ τῶν ἀνθρώπων ἐφορᾶν.

1 B 15 [t. 221]. MARM. PAR. F.Gr.Hist. 239 A 14 II 995 [I 13. 10 App.] 〈ἀφ' οὗ Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης〉 υἱὸς τὴν ἑαυτοῦ ποίησιν ἐξέθηκε, Κόρης τε ἁρπαγὴν καὶ Δήμητρος ζήτησιν καὶ τὸν αὐτου 〈ργηθέντα αὐτῆι σπόρον, ὃν ἐδίδαξε τὸ πλῆ〉θος (?) τῶν ὑποδεξαμένων τὸν καρπόν . . . Vgl. THEMIST. or. 30 p. 422 Dind. ORPH. ARGON. 26. [I 13. 15 App.] Δήμητρός τε πλάνην καὶ Φερσεφόνης μέγα πένθος, θεσμοφόρος θ' ὡς ἦν.

1 B 15 a [49]. PAPYR. BEROL. n. 44 s. II v. Chr. [Berl. Klassikertexte V 1, 8] (Paraphrase einer Orphischen Version des Demeterhymnus). col. 1, 1ff. 〈Ὀρφεὺς υἱὸς ἦν Οἰάγ〉ρου καὶ Καλλιόπης τῆς 〈Μούσης, ὁ δὲ Μουσ〉ῶν βασιλεὺς Ἀπόλλων τού〈τωι ἐπέπνευσεν, ὅθεν〉 ἔνθεος [I 13. 20 App.] γενόμενος 〈ἐποίησεν τοὺς ὕμνους,〉 οὓς ὀλίγα Μουσαῖος ἐπα〈νορθώσας κατέγρ〉αψεν˙ παρέδωκεν δὲ 〈τὰ Ὀρφέως ὄργι〉α σέβεσθαι Ἕλλησίν τε καὶ 〈βαρβάροις, καὶ κ〉α〈θ'〉 ἕκαστον σέβημα ἦν ἐ〈πιμελέστατος περὶ〉 τελετὰς καὶ μυστήρια καὶ 〈καθαρμοὺς καὶ〉 μαντεῖα. τ〈ὴ〉ν [I 14. 1 App.] Δ〈ή〉μητρα θε〈ὰν〉 . . . col. 2, 1ff. 〈ἣν Ὀ〉ρφεὺς 〈μὲ〉ν Διὸς ἀδελφὴν παραδέδωκεν, οἱ δὲ μητέρα˙ ὧν οὐθὲν τῶν εὐσεβούντων εἰς ἐπίμνησιν ποιητέον. ἔχει γὰρ ἐκ Διὸς καὶ Δήμητρος θυγατρὸς ἀρχήν, Φερσεφόνη〈ς ἴα πλ〉εκούσης συμπαρουσῶν τῶν 〈Ὠκεα〉νοῦ θυγατέρων ὧν [I 14. 5] ὀνόματα τα〈ῦτα ἐκ τῶν〉 Ὀρφέως ἐπῶν. (Folgen aus Homers Demeterhymn. 418. 420-423) col. 3: Beim Pflücken des Narkissos wird Persephone von Aidoneus geraubt. Zeus hilft dem Bruder, indem er unter Donner und Blitz schwarze Schweine (?) mit auflädt, mit denen Artemis und Athena in Verbindung gesetzt [I 14. 10] werden. Demeter eilt aus Sicilien herbei. col. 4. τὴν συμφοράζουσαν στενάχειν ὑπὲρ τῆς θυγατρός˙ Καλλιόπης δὲ καὶ Κλεισιδίκης καὶ Δημωνάσσης (?) μετὰ τῆς βασιλίσσης ἐφ' ὑδρείαν ἐλθουσῶν πυνθάνεσθαι τῆς Δήμητρος ὡς θνητῆς τινος, χρείας δ' ἕνεκά τινος αὐτὴν παραγεγονέναι ὁ Μουσαῖος διὰ τῶν ἐπῶν αὐτοῦ λέγων ἐστίν. Sinn des [I 14. 15] Kultgebrauches von Krokos und Hyakinthos (?). Folgen die Verse des Demeterh. 8ff (Narkissos). col. 5: Flucht des Aidoneus = Demeterh. 17. 32-36. Hekate. col. 6: Baubo (Königin) übergibt Demeter ihren Sohn Demophon. Er gedeiht wunderbar, gesalbt mit Ambrosia, nachts durch das Feuer geweiht. Baubo merkt [I 14. 20] den Zauber und schreit (= D. -h. 249. 250). Darauf Demeter: ἄφρονες ἄνθρωποι δυστλήμονες 〈οὔτε κακοῖο ὔμμιν ἐπ〉ερ〈χομένου πρ〉ογνώμονες οὔτ' ἀγαθοῖο. Das Folgende weicht ab. Dann V. 263. Der Knabe wird verbrannt. col. 7: Die Göttin entdeckt sich: εἰμὶ δὲ Δημήτηρ ὡρηφόρ〈ος ἀγλαό〉δωρος. τίς θεὸς [I 14. 25 App.] οὐράνιος ἠὲ θνητῶν ἀνθρώπων ἥρπασε Φερσεφόνην καὶ 〈ἑὸν φίλον ἤπα〉φε θυμόν; Folgt des Keleos Heimkehr und weiteres im Pap. Zerstörtes bis Triptolemos (7, 19). Schluß 7, 20: ὅθεν Κάθοδος λέγεται.

1 B 16 [29]. APOLLON. RHOD. I 494 ἀν δὲ καὶ Ὀρφεύς
495 [I 14. 30 App.] λαιῆι ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.
ἤειδεν δ' ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
[I 15. 1] τὸ πρὶν ἐπ' ἀλλήλοισι μιῆι συναρηρότα μορφῆι
νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα˙
ἠδ' ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν
500 ἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι˙
[I 15. 5 App.] οὔρεά θ' ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες
αὐτῆισιν νύμφηισι καὶ ἑρπετὰ πάντ' ἐγένοντο. -
ἤειδεν δ' ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τε
Ὠκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο˙
505 ὥς τε βίηι καὶ χερσὶν ὁ μὲν Κρόνωι εἴκαθε τιμῆς,
[I 15. 10] ἡ δὲ Ῥέηι, ἔπεσον δ' ἐνὶ κύμασιν Ὠκεανοῖο˙
οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,
ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς
Δικταῖον ναίεσκεν ὑπὸ σπέος, οἱ δέ μιν οὔπω
510 γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῶι
[I 15. 15 App.] βροντῆι τε στεροπῆι τε˙ τὰ γὰρ Διὶ κῦδος ὀπάζει.

1 B 17 [32 a]. Goldplättchen von Petelia c. 4.-3. Jahrh. v. Chr. [I. G. XIV n. 368 Kaib.; HARRISON-MURRAY, Prolegomena 1. Auflage S. 661ff. COMPARETTI, Laminette orfiche, (Fir. 1910) 32]. Weitere Literatur zu dieser und den folgenden Nr. b. Kern Orph. S. 104; vgl. [I 15. 20 App.] auch Rathmann Quaest. Pyth. Orphicae Emp. Diss. Hal. 1933, 134f.
εὑρήσσεις δ' Ἀίδαο δόμων ἐπ' ἀριστερὰ κρήνην,
παρ' δ' αὐτῆι λευκὴν ἑστηκυῖαν κυπάρισσον˙
ταύτης τῆς κρήνης μηδὲ σχεδὸν ἐμπελάσειας.
εὑρήσεις δ' ἑτέραν, τῆς Μνημοσύνης ἀπὸ λίμνης
25 [I 15. 25 App.] ψυχρὸν ὕδωρ προρέον˙ φύλακες δ' ἐπίπροσθεν ἔασιν.
εἰπεῖν˙ 'Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστερόεντος,
αὐτὰρ ἐμοὶ γένος οὐράνιον˙ τόδε δ' ἴστε καὶ αὐτοί˙
δίψηι δ' εἰμ(ὶ) αὔη καὶ ἀπόλλυμαι˙ ἀλλὰ δότ' αἶψα
ψυχρὸν ὕδωρ προρέον τῆς Μνημοσύνης ἀπὸ λίμνης'.
30 [I 15. 30 App.] καὐ〈τοί〉 σ〈ο〉ι δώσουσι πιεῖν θείης ἀπ〈ὸ κρήν〉ης,καὶ τότ' ἔπειτ' ἄ〈λλοισι μεθ'〉 ἡρώεσσι ἀνάξει〈ς.

1 B 17 a [32 b]. [I 16. 1 App.] Goldplättchen von Eleuthernai (Kreta), 2. Jahrh. v. Chr. B. C.Hell. XVII, p. 121. Harr.-Murr. 662. Comp. 37]
Α. δίψαι αὖος ἐγὼ καὶ ἀπόλλυμαι. Β. ἀλλὰ πιέμ 〈μ〉οι
κράνας αἰενάω ἐπὶ δεξιά, τῆ κυφάρισσος.
[I 16. 5 App.] τίς δ' ἐσί; πῶ δ' ἐσί; Α. Γᾶς υἱός ἠμι καὶ Ὠρανῶ ἀστερόεντος.

1 B 18 [32 c]. Goldplättchen von Thurioi ders. Zeit wie n. 17 [I. G. XIV 641, 1; Comp. 1]
ἔρχομαι ἐκ κοθαρῶ〈ν〉, κοθαρὰ χθονί〈ων〉 βασίλεια,
Εὐκλῆς, Εὐβουλεύς τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι˙
[I 16. 10 App.] καὶ γὰρ ἐγὼν ὑμῶν γένος ὄλβιον εὔχομαι εἶμεν,
ἀλλά με Μοῖρ(α) ἐδάμασσε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
5 〈* * *〉 καὶ ἀστεροβλῆτα κεραυνόν.
κύκλου δ' ἐξέπταν βαρυπενθέος ἀργαλέοιο,
ἱμερτοῦ δ' ἐπέβαν στεφάνου ποσὶ καρπαλίμοισι,
[I 16. 15 App.] Δεσποίνας δ(ὲ) ὑπὸ κόλπον ἔδυν χθονίας βασιλείας˙
ἱμερτοῦ δ' ἀπέβαν στεφάνου ποσὶ καρπαλίμοισι.
10 'ὄλβιε καὶ μακαριστέ, θεὸς δ' ἔσηι ἀντὶ βροτοῖο'.
ἔριφος ἐς γάλ' ἔπετον.

1 B 19 [32 d]. Goldplättchen von Thurioi ders. Zeit wie n. 17 [I.G. XIV 641, 2; Comp. 21].
[I 16. 20 App.] ἔρχομαι ἐκ καθαρῶν [χθονίων] καθαρά, χθονίων βασίλεια,
Εὖκλε καὶ Εὐβουλεῦ καὶ 〈ὅσοι〉 θεοὶ δαίμονες ἄλλοι˙
καὶ γὰρ ἐγὼν ὑμῶν γένος εὔχομαι ὄλβιον εἶναι,
ποινὰν δ' ἀνταπέτεισ(α) ἔργων ἕνεκ(α) οὔτι δικαίων,
εἴτε με Μοῖρ(α) ἐδαμάσατο [?] 〈* * *
[I 16. 25] * * *〉 στεροπῆτι κεραυνῶι.
[I 17. 1 App.] νῦν δ' ἱκέτι〈ς ἥ〉κω παρ' ἀγαυὴν Φερσεφόνειαν,
ὥς με πρόφρων πέμψηι ἕδρας εἰς εὐαγε〈όν〉τω〈ν〉.

1 B 19 a [32 g]. Goldplättchen von Rom [Harr.-Murr. p. 672; Diels in Kleinerts Philotesia (Berlin 1907) 39. Comp. 43].
[I 17. 5 App.] ἔρχεται ἐκ καθαρῶν καθαρά, χθονίων βασίλεια,
Εὔκλεες Εὐβουλεῦ τε, Διὸς τέκος ἀγλά', ἔχω δὲ
Μνημοσύνης τόδε δῶρον ἀοίδιμον ἀνθρώποισιν.
'Καικιλία Σκουνδεῖνα, νόμωι ἴθι δῖα γεγῶσα'.

1 B 20 [32 f]. Goldplättchen von Thurioi [I.G. XIV 642. Comp. 6].
[I 17. 10 App.] ἀλλ' ὁπόταμ ψυχὴ προλίπηι φάος ἀελίοιο,
δεξιὸν ε〈ἴ〉σ〈ι〉θι ἇς δεῖ τινα πεφυλαγμένον εὖ μάλα πάντα.
χαῖρε παθὼν τὸ πάθημα˙ τὸ δ' οὔπω πρόσθ(ε) ἐπεπόνθεις˙
θεὸς ἐγένου ἐξ ἀνθρώπου˙ ἔριφος ἐς γάλα ἔπετες.
χαῖρε, χαῖρε, δεξιὰν ὁδοιπορ〈ῶν〉
[I 17. 15 App.] λειμῶνάς τ(ε) ἱεροὺς καὶ ἄλσεα Φερσεφονείας.

1 B 20 [32 f]. Goldplättchen von Thurioi [I.G. XIV 642. Comp. 6].
[I 17. 10 App.] ἀλλ' ὁπόταμ ψυχὴ προλίπηι φάος ἀελίοιο,
δεξιὸν ε〈ἴ〉σ〈ι〉θι ἇς δεῖ τινα πεφυλαγμένον εὖ μάλα πάντα.
χαῖρε παθὼν τὸ πάθημα˙ τὸ δ' οὔπω πρόσθ(ε) ἐπεπόνθεις˙
θεὸς ἐγένου ἐξ ἀνθρώπου˙ ἔριφος ἐς γάλα ἔπετες.
χαῖρε, χαῖρε, δεξιὰν ὁδοιπορ〈ῶν〉
[I 17. 15 App.] λειμῶνάς τ(ε) ἱεροὺς καὶ ἄλσεα Φερσεφονείας.

1 B 21 [47]. Ebendaher [Diels, Orphischer Demeterhymnus (Festschr. für Gomperz) S. 1 ff.; Comp. 10]. Vgl. oben B 15 und Iustin. coh. 17 (Orph. fr. 48 Kern).
[I 18. 1 App.] πρατογόνωι Γῆι ματρὶ ἔφη Κυβελήια Κόρρα˙
. . . . Δήμητρος . . . πανόπτα Ζεῦ . . . . . . . .
Ἥλιε Πῦρ διὰ πάντ' ἄστη νίσεαι, ὅτε Νίκαις
ἠδὲ Τύχαις ἐφάνης 〈καὶ ὁμοῦ〉 παμμήστορι Μοίραι,
[I 18. 5 App.] τῆι τοι γάννυα πιαίνεις τῆι σῆι, κλυτὲ δαῖμον,
δεσποτείαι˙ τὶν πάντα δαμαστά, 〈ὰ〉 πάντα κρατυντά ,
ἐμβρόντητα δὲ πάντα˙ 〈τὰ〉 Μοίρης τλητέα πάντη.
μητέρι Πῦρ μέν μ' ἆγ(ε), εἰ νῆστις οἶδ' 〈ὑπομεῖναι〉,
ἑπτά τε νῆστιν νυξὶν ἢ μεθ' ἡμέραν (?)ἐλινύεν.
[I 18. 10 App.] ἑπτῆμαρ τὶν νῆστις ἔην, Ζεῦ Ὀλύμπιε καὶ πανόπτα
Ἅλιε ....................

1 B 22 [33]. CLEM. Strom. V 49 (II 360 St.) οὐχὶ καὶ Ἐπιγένης ἐν τῶι Περὶ τῆς Ὀρφέως ποιήσεως τὰ ἰδιάζοντα παρ' Ὀρφεῖ ἐκτιθέμενός [I 19. 1 App.] φησι 'κερκίσι καμπυλόχοισι' τοῖς ἀρότροις μηνύεσθαι, 'στήμοσι' δὲ τοῖς αὔλαξι, 'μίτον' δὲ τὸ σπέρμα ἀλληγορεῖσθαι καὶ 'δάκρυα Διός' τὸν ὄμβρον δηλοῦν, 'Μοίρας' τε αὖ τὰ μέρη τῆς σελήνης, τριακάδα καὶ πεντεκαιδεκάτην καὶ νουμηνίαν˙ διὸ καὶ [I 19. 5 App.] 'λευκοστόλους' αὐτὰς καλεῖν τὸν Ὀρφέα φωτὸς οὔσας μέρη. πάλιν 'ἄνθιον' μὲν τὸ ἔαρ διὰ τὴν φύσιν, 'ἀργίδα' δὲ τὴν νύκτα διὰ τὴν ἀνάπαυσιν καὶ 'Γοργόνιον' τὴν σελήνην διὰ τὸ ἐν αὐτῆι πρόσωπον, ' Ἀφροδίτην' τε τὸν καιρὸν καθ' ὃν δεῖ σπείρειν λέγεσθαι παρὰ τῶι θεο λόγωι. Vgl. 58 C 1. 2.

1 B 23 [31]. [I 19. 10] Mysterienpapyrus aus dem Anfang des 3. Jahrh. v. Chr., z. T. Palimpsest nach Wilcken; rechts fehlt ein großes Stück [Greek papyri from Gurob edited by G. Smyly, Cunnigham Memoirs n. 12, Dublin 1921, n. 1; M.TIERNEY, Classic. Quart. 16 (1922) 77].
[I 19. 15 App.]. ασταε . . 〈ἵ〉να εὕρηι
ωμα . . . υνλεγε
διᾲ τῂν τελετήν
ἔτεμον ποινὰς πατέ〈ρων
σῶισόμ με Βριμώ με
[I 19. 20] Δημήτηρ τε Ῥέα
Κούρητές τε ἔνοπλοι
ωμεν
ἵ〉να ποιῶμεν ἱερὰ καλά
.νηι κριός τε τράγος τε
[I 19. 25 App.] ἀπερίσια δῶρα
. ου καὶ ἐπὶ ποταμοῦ νομῶι
ανων τοῦ τράγου
τὰ δὲ λ ο ι π ὰ [[κρα]] κρέα ἐσθιέτω
βέβηλ>ος μὴ ἐφοράτω
[I 19. 30 App.] λλου ἀναθεὶς εἰς τὸ ἀνηιρε
αλων εὐχή (vacat)
νον καὶ Εὐβουλέα καλῶ
. ας ευιηας κικλήσκω
. . ιτοφιλους σὺ ἀπαυάνας
[I 19. 35] Δ〉ήμητρος καὶ Παλλάδος ἡμῖν
βασι〉λεῦ Ἰρικεπαῖγε σῶισόμ με
[I 20. 1 App.] Φάν〉ηιτα˙ εἷς Διόνυσος σύμβολα
υρα θεὸς διὰ κόλπου
ν ἔπιον ὄνος βουκόλος
γιας σύνθεμα˙ ἄνω κάτω τοῖς
[I 20. 5 App.] κ α ὶ ὅ σοι ἐδόθη ἀνηλῶσαι
ε〉ἰς τὸν κάλαθον ἐμβαλῖν
κ〉ῶνος ῥόμβος ἀστράγαλοι
ἡ ἔσοπτρος (vacat)
zum Verständnis des Schlusses vgl. Kern bei Pauly-Wissowa R.-E. [I 20. 10] XVI, 2 1238 (vgl. das σύνθημα Ἐλευσινίων). 1952.