SUBSCRIBER:


past masters commons

Annotation Guide:

cover
The Presocratic Writings
cover
Presocratic Writings - Greek
The Presocratic Writings - Original Greek Texts
Hêracleitus of Ephesus
Hêracleitus of Ephesus - C: Imitation

Hêracleitus of Ephesus - C: Imitation

C. IMITATION [I 139. 1]
21 C 1. EURIP. Herc. 1341 [vgl. B 11. 12. A 32 I 122, 23f.].
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ' ἃ μὴ θέμις
στέργειν νομίζω, δεσμά τ' ἐξάπτειν χεροῖν
[I 139. 5 App.] οὔτ' ἠξίωσα πώποτ' οὔτε πείσομαι,
οὐδ' ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ' ὀρθῶς θεός,
οὐδενός: ἀοιδῶν οἵδε δύστηνοι λόγοι.

21 C 2. ATHEN. X 413 C Εὐριπίδης ἐν τῶι πρώτωι Αὐτολύκωι λέγει [fr. 282 N.]
[I 139. 10] κακῶν γὰρ ὄντων μυρίων καθ' Ἑλλάδα
οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους˙
οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
οὔτ' ἂν δύναιντο˙ πῶς γὰρ, ὅστις ἔστ' ἀνὴρ
γνάθου τε δοῦλος νηδύος θ' ἡσσημένος,
[I 139. 15] κτήσαιτ' ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός; ...
ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον,
οἳ τῶνδ' ἕκατι σύλλογον ποιούμενοι
τιμῶσ' ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
τί γὰρ παλαίσας εὖ, τί δ' ὠκύπους ἀνὴρ
[I 139. 20 App.] ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς
πόλει πατρώιαι στέφανον ἤρκεσεν λαβών;
πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
δίσκους ἔχοντες ἢ δι' ἀσπίδων χερὶ
θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
[I 139. 25 App.] οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας [στάς].
〈ἀλλ'〉 ἄνδρας 〈οἷμαι〉 χρὴ σοφούς τε κἀγαθοὺς
φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει
κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
ὅστις τε μύθοις ἔργ' ἀπαλλάσσει κακὰ
[I 139. 30] μάχας τ' ἀφαιρῶν καὶ στάσεις. τοιαῦτα γὰρ
πόλει τε πάσῃ πᾶσί θ' Ἕλλησιν καλά.
ταῦτ' εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος˙ 'ἀλλ' ... πόλεως' [B 2].

22 C 3. SKYTHINOS von Teos Ἴαμβοι περὶ φύσεως (4. Jahrh.). Vgl. 22 A 1, § 16. [I 189. 30 App.] 1. PLUT. de Pyth. orac. 17 p. 402 A . . . περὶ τῆς λύρας,
ἣν ἁρμόζεται
Ζηνὸς εὐειδὴς Ἀπόλλων πᾶσαν, ἀρχὴν καὶ τέλος
συλλαβών, ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος.
2. STOB. Ecl. I 8, 43 p. 108, 6 W. [I 190. 1 App.] . . . πάντων χρόνος ὕστατον καὶ πρῶτόν ἐστι, κἀν ἑαυτῶι πάντ' ἔχει
κἄστιν εἷς κοὐκ ἔστιν˙ αἰεὶ δ' ἐξ ἐόντος οἴχεται
καὶ πάρεστιν αὐτὸς αὐτῶι τὴν ἐναντίην ὁδόν.
[I 190. 5 App.] αὔριον γὰρ ἡμὶν ἔργωι χθὲς, τὸ δὲ χθὲς αὔριον.

22 C 4. CLEANTH. fr. 537, 3-9 Arnim (Hymn. auf Zeus) b. STOB. I 12 p. 25 W.
σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν
πείθεται ἦι κεν ἄγηις, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται˙
τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν
[I 190. 10 App.] ἀμφήκη πυρόεντα αἰειζώοντα κεραυνόν˙
τοῦ γὰρ ὑπὸ πληγῆι φύσεως πάντ' ἔρρίγα〈σιν〉˙
ὧι σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντων
φοιτᾶι μιγνύμενος μεγάλοις μικροῖς τε φάεσσι.

22 C 5. LUCIAN. Vit. auct. 14 Σὺ δὲ τί κλάεις, ὦ βέλτιστε; πολὺ γὰρ οἶμαι κάλλιον [I 190. 15] σοὶ προσλαλεῖν. - Ἡράκλειτος˙ Ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον˙ τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι˙ καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δ'ἐν ὑστέρωι χρόνωι ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δε τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορήν˙ ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλά κως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται [I 190. 20 App.] καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῆι τοῦ αἰῶνος παιδιῆι. - Τί γὰρ ὁ αἰών ἐστι; - Ἡρ. Παῖς παίζων, πεσσεύων, 〈συμφερόμενος〉 διαφερόμενος. - Τί δὲ ἄνθρωποι; - Ἡρ. Θεοὶ θνητοί. - Τί δὲ θεοί; - Ἡρ. Ἄνθρωποι ἀθάνατοι. - Αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης; ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς. [I 190. 25] - Ἡρ. Οὐδὲν γάρ μοι μέλει ὑμέων. - Τοιγαροῦν οὐδὲ ὠνήσεταί σέ τις εὖ φρονῶν. - Ἡρ. Ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι. - τουτοὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστίν.